Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Κυριακή 27 Απριλίου 2014

ΕΙΣ ΤΗΝ ΚΑΙΝΗΝ ΚΥΡΙΑΚΗΝ Καὶ εἰς τὸν ἀπόστολον Θωμᾶν, Ίω. Χρυσοστόμου β΄μέρος

Ὁμοίως δὲ, καθάπερ τὸ πρὶν, τῶν θυρῶν κεκλεισμένων, τοῦτο πεποίηκε, καὶ
πάλιν, καθάπερ καὶ πρότερον, εἶπεν αὐτοῖς, Εἰρήνη 63.929 ὑμῖν, ἵνα καὶ τοῦ
πράγματος καὶ τοῦ θαύματος ᾖ ταυτότης, καὶ τῶν ἀποστόλων τὴν ἐπαγγελίαν
βεβαιώσῃ, καὶ παραστήσῃ τῆς δευτέρας αὐτοῦ ἐπελεύσεως τὸ ἀκριβές. Εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου. Ὢ φιλανθρωπίας ἀπεράντου ὕψος! ὢ συγκαταβάσεως ἀμετρήτου πέλαγος! Οὐκ ἀνέμεινε τὴν πρόσοδον τοῦ μαθητοῦ, οὐ περιέμεινε τὸν δεόμενον προσελθεῖν καὶ δεηθῆναι καὶ τυχεῖν ὧν ἐβούλετο, οὐκ ἀπεστέρησεν αὐτὸν οὐδὲ πρὸς βραχὺ τῆς εὐχῆς, ἀλλ' αὐτὸς ὁ ἐρώμενος τὸν ἐραστὴν πρὸς τὸν ποθούμενον ἐβίαζεν, αὐτὸς τῇ φωνῇ τὸν δάκτυλον τοῦ ποθοῦντος πρὸς αὐτὸν ἐπεσπάσατο, αὐτὸς τῇ Δεσποτικῇ γλώττῃ τὴν δουλικὴν δεξιὰν εἵλκυσεν εἰπὼν πρὸς αὐτόν· Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου. Ἤκουσα, Θωμᾶ, μὴ
παρὼν ὡς ἄνθρωπος, ἀλλὰ παρὼν ὡς Θεὸς, ἅπερ ἐλάλησας πρὸς τοὺς σοὺς ἀδελφούς· παρήμην ὑμῖν τῇ θεότητι, κεχωρισμένος ὑμῶν τῇ ἀνθρωπότητι. Θέλεις ὑπομνήσω σοι τῶν εἰρημένων πρώην ῥημάτων; οὐκ εἶπας, Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τόπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ
πιστεύσω; οὐ ταῦτα τὰ ῥήματα διὰ τῶν σῶν ἐῤῥύη χειλέων; οὐ ταῦτα τὰ ῥήματα
τυγχάνει τῶν σῶν λογισμῶν; Διὰ ταῦτα πάλιν ἐλήλυθα, δι' ἅπερ ἀμφιβάλλεις· τοῦτο
δεύτερον ἐπλησίασα, δι' ἅπερ ἐπιθυμεῖς, ἀφῖγμαι. Καὶ νῦν διὰ σὲ τὸν ἕνα
παρεγενόμην πρὸς σὲ, ὁ διὰ τὸ πλανώμενον πρόβατον κατελθὼν ἐκ τῶν οὐρανῶν,
καὶ τοὺς οὐρανοὺς μὴ καταλιπών. Μὴ τοίνυν αἰσχυνθῇς μαθεῖν ἃ ποθεῖς, μὴ
ἐντραπῇς περιεργάσασθαι ἅπερ ἐπιζητεῖς· μὴ παραιτήσῃ τὸν σὸν δάκτυλον ἐπιβαλεῖν
ταύταις μου ταῖς χερσίν. Ἀνέχομαι καὶ δακτύλου περιέργου, ὡς ἠνεσχόμην τῶν
ἥλων· ὑπομένω τοῦ φιλοῦντος τὴν περιεργίαν, ὡς ὑπέμεινα τὴν τῶν μισούντων
ἐπήρειαν· σταυρούμενος ὑπὸ τῶν ἐχθρῶν οὐκ ἠγανάκτησα, καὶ παρὰ σοῦ
ἐρευνώμενος οὐχ ὑποίσω, Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου τὰς
τραυματισθείσας ὑπὲρ ὑμῶν, ἵνα θεραπευθῶσιν οἱ μώλωπες τῶν ὑμετέρων ψυχῶν·
ἴδε τὰς χεῖράς μου, καὶ λόγισαι κατὰ σαυτὸν, πότερον ἐκεῖνός εἰμι ὁ σταυρωθεὶς
ἑκὼν, ἢ ἄλλος τις παρ' ἐκεῖνον· ἴδε τὰς χεῖράς μου, ἃς ἔχειν ἀφῆκα τῆς Ἰουδαϊκῆς
μανίας τὰ σύμβολα, ἵν' ὅταν συνήθως ἀναισχυντήσωσιν οἱ Ἰουδαῖοι κατὰ τὴν
ἡμέραν τῆς κρίσεως, καὶ εἴπωσι πρός με, Ἡμεῖς σε οὐκ ἐσταυρώσαμεν Δέσποτα,
ὑποδείξω τοῖς πολεμίοις τὰς χεῖρας ἐν τούτῳ τῷ σχήματι, καὶ τῇ ὄψει
καταισχύνωμαι τὰ πρόσωπα τῶν Ἰουδαίων.
Ἴδε τὰς χεῖράς μου καὶ τὴν ἀλήθειαν τῆς ἐμῆς ἀναστάσεως· μὴ νομίσῃς
φαντασίαν εἶναί τινα. Κράτησον ταύτας τὰς χεῖρας, ὡς ὁμήρους τῆς ὑμετέρας
ἀναγεννήσεως· κράτησον ταύτας τὰς χεῖρας, ὡς ἐνέχυρα τῆς ἐκ τῶν μνημάτων
ἐπαναδύσεως· κράτησον ταύτας τὰς χεῖρας, ἄγκυραν τοῦ ἐν τῷ ᾅδῃ βυθοῦ. Μὴ
φοβηθῇς μηδένα χειμῶνα βιωτικὸν, μὴ φρίξῃς μηδεμίαν ζάλην κοσμικὴν, μὴ
φοβηθῇς τὰς τῶν ἐναντίων ἀνέμων πνοὰς, μὴ φροντίσῃς τῶν καταιγίδων καὶ τῶν
σπιλάδων τῆς τῶν πολεμίων θαλάσσης. Πλέε θαῤῥῶν τοῦ βίου τὸ πέλαγος, πλέε
κατέχων τὴν ἄγκυραν τοῦ πνεύματος, πλέε προσέχων ὡς λιμένι τῷ οὐρανῷ, πλέε
φοβούμενος μόνον τῆς ἐμῆς ἀρνήσεως τὸ ναυάγιον· γέλα τὸν θάνατον ὡς νεκρὸν,
παῖζε τὴν φθορὰν ὡς ἀνίσχυρον, ἀσπάζου τὴν δι' ἐμὲ τελευτὴν ὡς ἀρχὴν ἐνδοτέρας
ζωῆς, καὶ φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου· ἄντλησον διὰ τῆς σῆς
χειρὸς ἐκ τῆς ζωηφόρου μου κρήνης τὸ ποθούμενον πόμα, καὶ τὸ δίψος παραμύθησαι
τὸ σόν. Φέρε τὴν χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου· εἰσάγαγε τὴν σὴν δεξιὰν
εἰς τὸ ἰατρεῖον τῆς φύσεως, καὶ ἔκβαλε τὸ φάρμακον τῆς σῆς προαιρέσεως· φέρω
χειρὸς φιλούσης ἐπιβολὴν, ὁ δεξάμενος λόγχῃ πληγήν. Φέρε τὴν χεῖρά σου, καὶ βάλε
εἰς τὴν πλευράν μου, ἵνα ἔχῃς ὑπὲρ αὐτῆς ἀγωνίζεσθαι, ἵνα ἔχῃς λέγειν πρὸς τοὺς
ἀντιφθεγγομένους τῇ ἀληθείᾳ, ὅτι μετὰ τὴν ἀνάστασιν εἶδές με καὶ κατέμαθες καὶ
ἐψηλάφησάς με ἀκριβῶς. Φέρε τὴν 63.930 χεῖρά σου, καὶ βάλε εἰς τὴν πλευράν μου·
διὰ σὲ γὰρ ταύτην οὕτω κατέλιπον, ὁ τῶν ἄλλων τὰ σώματα καὶ τὰς ψυχὰς
ἰασάμενος, προειδὼς ὡς Θεὸς, ὅτι θελήσεις αὐτὴν οὕτως ἰδεῖν, ἵνα σὺ τοῦ πάθους τῆς
ἐμῆς σαρκὸς τοὺς τύπους ἰδὼν, τῆς σῆς ψυχῆς θεραπεύσῃς τὸ πάθος. Φέρε τὴν χεῖρά
σου, καὶ βάλε εἰς τὴν πλευράν μου, ἢν οὕτως, ὡς βλέπεις, ἐφύλαξα, ἵν', ὅταν
παραγένωμαι πάλιν ἐκ τῶν οὐρανῶν, καὶ καθίσω κριτὴς ζώντων καὶ νεκρῶν, ἴδωσιν
οἱ Ἰουδαῖοι τῆς κακῆς αὐτῶν ἐργασίας ἀντιπρόσωπα τὰ ἔργα φαινόμενα, καὶ
αὐτοκατάκριτοι γένωνται. Καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Κακὸν ἡ ἀπιστία,
βυθίζει τὸν νοῦν. Ἡ πίστις μετεωρίζει τοῦτον εἰς οὐρανόν· ἡ ἀπιστία τυφλοῖ τὴν
ψυχήν· ἡ πίστις φωτίζει τοὺς λογισμούς· ἡ ἀπιστία καὶ τὰ ὁρατὰ παρορᾷ· ἡ πίστις καὶ
τὰ ἀόρατα καθορᾷ· ὁ ἄπιστος παντάπασιν ἀγνοεῖ.
Μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός· ἀποδίωξον τὸ νέφος τῆς ἀπιστίας, καὶ θέασαι
τὰς καθαρὰς ἀκτῖνας τῆς πίστεως. Γενοῦ καὶ διὰ πάντων ἀπόστολος τῆς ἐμῆς
θεότητος ἄξιος· γενοῦ τοιοῦτος, οἷον εἶναι χρὴ τὸν ἐμοὶ συντυχόντα καὶ τυχόντα
τούτων, ὧνπερ τετύχηκας. Ὁμοίως τοῖς ἄλλοις ἀποστόλοις ἐκλήθης, ὁμοίως αὐτοῖς
ἐτιμήθης, ὁμοίως αὐτοῖς καθοπλίσθητι· ὁμοίως αὐτοῖς ἅπερ εἶδον τεθέασαι, ὁμοίως
αὐτοῖς ἐθαῤῥήθης, ὡς φίλος, ὅλον μου τὸ μυστήριον· ὁμοίως αὐτοῖς κήρυττε τὴν
ἐμὴν δύναμιν. Μὴ πάλιν εἴπῃς μετὰ τὸ ἅπαξ ἰδεῖν· Ἐὰν μὴ πάλιν ἴδω ἐν ταῖς χερσὶν
αὐτοῦ τὸν τύπον τῶν ἥλων, οὐ μὴ πιστεύσω. Ἕως εἰμὶ μεθ' ὑμῶν, ὡς βούλει,
πολυπραγμόνησον· ἕως ἔχεις παρισταμένην σοι τὴν οὐράνιον ἄμπελον, πάντας τοὺς
κλάδους αὐτῆς καὶ τοὺς βότρυας ἐρεύνησον. Ἀνελεύσομαι γὰρ εἰς οὐρανοὺς, ὅθεν
ἦλθον εἰς γῆν, ἀνελεύσομαι ὅπου εἰμὶ, ἀνελεύσομαι τῇ ἀνθρωπότητι ὅθεν
συγκατέβην ὑμῖν τῇ θεότητι, ἀνελεύσομαι μετὰ τούτου τοῦ σώματος, ὁ χωρὶς τούτου
ἐκδημήσας ἐκεῖθεν, καὶ μείνας ἐκεῖ· ἀνελεύσομαι μετὰ τῆς ὑμετέρας φύσεως πρὸς
τὸν πατρῷον κόλπον, Ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός· ἤνυσα γὰρ τὸ ἔργον, δι' ὃ
τὴν ὁδὸν ταύτην πεποίημαι.
Ἁψάμενος τοίνυν ὁ Θωμᾶς τῶν Δεσποτικῶν χειρῶν καὶ τῆς θείας πλευρᾶς,
καὶ μεστὸς γενόμενος δειλίας ὁμοῦ καὶ περιχαρείας ἐκ τῆς θέας ὧν ἐπεθύμησε, πρὸς
ὑμνῳδίαν εὐθέως τὴν γλῶτταν κινεῖ, βοῶν πρὸς τὸν Κύριον· Ὁ Κύριός μου, καὶ ὁ
Θεός μου· σὺ εἶ Κύριος καὶ Θεὸς, σὺ εἶ καὶ ἄνθρωπος καὶ φιλάνθρωπος, σὺ εἶ ξένος
καὶ παράδοξος τῆς φύσεως ἰατρός· οὐ τέμνεις σιδήρῳ τὰ πάθη, οὐ καίεις πυρὶ τὰ
ἕλκη, οὐκ ἐρανίζῃ παρὰ βοτανῶν τὴν τῶν φαρμάκων ἰσχὺν, οὐκ ἐπιδεσμεύεις
ἐπιδέσμοις ὁρατοῖς τὰ κάμνοντα ἕλκη· ἔχεις οἰκτιρμῶν ἐπιδέσμους ἀοράτους,
ἀοράτως τὰ διαλελυμένα συσφίγγοντας· ἔχεις λόγον σιδήρου τομώτερον, ἔχεις ῥῆμα
πυρὸς δυνατώτερον, ἔχεις νεῦμα φαρμάκου προσηνέστερον. Ὡς δημιουργὸς ἀπόνως
ἁγιάζεις τὸ ποίημα, ὡς πλάστης μεταπλάττεις ἀκαμάτως τὰ πλάσματα. Σὺ λέπραν
ἀπέξεσας, ὡς ἠθέλησας, σὺ χωλοὺς δρομαίους ἀνέδειξας, σὺ παραλύτους βαστάζειν
τὰς ἑαυτῶν κλίνας ἐποίησας, σὺ τυφλοὺς ἐκ γενετῆς ἀπονίψασθαι τὸν ζόφον
ἐκέλευσας, σὺ τοὺς δαίμονας ἐκ τῶν σῶν ποιημάτων ἐξώρισας, σὺ παρὰ τῶν ἐχθρῶν
ἐκρατήθης βουλόμενος, σὺ θέλων παρὰ τῶν Ἰουδαίων πάντα κατὰ σάρκα πέπονθας
δι' ἐμὲ, Ὁ Κύριός μου, καὶ ὁ Θεός μου.
Ἐπέγνων τὸν ἐμὸν Δεσπότην, ἐπέγνων τὸν ἐμὸν ἁλιέα καὶ φύλακα, ἐπέγνων
τὸν ἐμὸν βασιλέα καὶ κύριον, Ὁ Κύριός μου, καὶ ὁ Θεός μου. Πιστεύω σου, Δέσποτα,
τῇ οἰκονομίᾳ, πιστεύω σου τῇ συγκαταβάσει, πιστεύω σου τῇ προσλήψει τῆς ἐμῆς
ἀρχῆς, πιστεύω σου τὸν προσκυνούμενον σταυρὸν, πιστεύω σου τοῖς παθήμασι τῆς
σαρκὸς, πιστεύω σου τῷ τριημέρῳ θανάτῳ, πιστεύω σου τῇ ἀναστάσει· λοιπὸν οὐκ
ἔτι πολυπραγμονῶ· πιστεύω, οὐκέτι λογοθετῶ· πιστεύω, οὐκέτι ζυγοστατῶ· πιστεύω,
οὐκέτι περιεργάζομαι· πιστεύω τοῖς ἐμοῖς ὀφθαλμοῖς, πιστεύω τῇ ἐμῇ δεξιᾷ.
Ἔμαθον ἀφ' ὧν εἶδον μὴ λογοθετεῖν· ἔμαθον ἀφ' ὧν ἐψηλάφησα
προσκυνεῖν, μὴ ζυγομαχεῖν· ἕνα Κύριον καὶ Θεὸν ἐπίσταμαι, τὸν Δεσπότην Χριστὸν,
ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

1 σχόλιο:

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

σταλαγματιες απο την παραδοση

αποψεις...