Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Κυριακή, 22 Ιουνίου 2014

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ ΚΑΤΗΧΗΣΙΣ αʹ ΦΩΤΙΖΟΜΕΝΩΝ

Ἀνυπόκριτον ἔχε τὴν ψυχὴν, ὦ ἄνθρωπε, διὰ τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς. Ὥσπερ γὰρ οἱ μέλλοντες στρατεύειν, ἐρευνῶσι τὰς ἡλικίας καὶ τὰ σώματα τῶν στρατευομένων, οὕτω καὶ ὁ Κύριος στρατολογῶν τὰς ψυχὰς, ἐρευνᾷ τὰς προαιρέσεις· κἂν μὲν ὑπόκρισιν εὕρῃ κρυπτομένην, ἀπέβαλε τὸν ἄνθρωπον ὡς τῆς ἀληθοῦς στρατείας ἀνεπιτήδειον· εἰ δὲ ἄξιον καταλάβῃ, τούτῳ δίδωσιν ἑτοίμως τὴν χάριν. Οὐ δίδωσι τὰ ἅγια τοῖς κυσίν· ἀλλ' ὅπου βλέπει τὴν ἀγαθὴν προαίρεσιν, ἐκεῖ τὴν σωτηριώδη δίδωσι σφραγίδα, τὴν θαυμασίαν, ἣν τρέμουσι δαίμονες καὶ γινώσκουσιν ἄγγελοι· ἵνα οἱ μὲν φύγωσιν ἐλασθέντες, οἱ δὲ περιέπωσιν ὡς
οἰκεῖον. Τοῖς οὖν λαμβάνουσι τὴν πνευματικὴν ταύτην σφραγίδα καὶ σωτήριον, χρεία καὶ τῆς οἰκείας προαιρέσεως. Ὥσπερ γὰρ κάλαμος γραφικὸς ἢ καὶ βέλος χρείαν ἔχει τοῦ συνεργοῦντος, οὕτω καὶ ἡ χάρις χρείαν ἔχει τῶν πιστευόντων. 1.4 Ὅπλον λαμβάνεις οὐ φθαρτὸν, ἀλλὰ πνευματικόν. Καταφυτεύῃ λοιπὸν εἰς τὸν νοητὸν παράδεισον. Λαμβάνεις ὄνομα καινὸν, ὃ πρότερον οὐκ εἶχες. Πρὸ τούτου Κατηχούμενος ἦς, νῦν δὲ κληθήσῃ Πιστός. Μεταφυτεύῃ λοιπὸν εἰς τὰς ἐλαίας τὰς νοητὰς, ἐξ ἀγριελαίου εἰς καλλιέλαιον ἐγκεντριζόμενος· ἐξ ἁμαρτιῶν εἰς δικαιοσύνην, ἐκ μολυσμῶν εἰς καθαρότητα. Γίνῃ κοινωνὸς τῆς ἁγίας ἀμπέλου. Ἀλλ' ἐὰν μὲν ἐπιμείνῃς ἐν τῇ ἀμπέλῳ, αὔξῃ ὡς κλῆμα καρποφόρον· ἐὰν δὲ μὴ ἐπιμείνῃς, ὑπὸ τοῦ πυρὸς καταναλωθήσῃ. Καρποφορήσωμεν τοίνυν ἀξίως. Μὴ γένοιτο γὰρ, ἵνα ἐν ἡμῖν γένηται τὸ, κατὰ τὴν ἄκαρπον ἐκείνην συκῆν, μή ποτε ἐλθὼν ὁ Ἰησοῦς καὶ νῦν καταράσηται διὰ τὴν ἀκαρπίαν. Ἀλλ' εἴη πάντας ἐκεῖνο λέγειν· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, [ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα]· ἐλαία οὐκ αἰσθητὴ, ἀλλὰ νοητὴ, φωτοφόρος. Αὐτοῦ μὲν οὖν ἐστι τὸ καταφυτεῦσαι καὶ τὸ ποτίσαι, σὸν δὲ τὸ καρποφορῆσαι. Θεοῦ τὸ χαρίσασθαι, σὸν δὲ τὸ λαβεῖν καὶ διατηρῆσαι· μὴ διὰ τὸ δωρεὰν δίδοσθαι τὴν χάριν, καταφρόνει· ἀλλὰ λαβὼν συντήρησον εὐλαβῶς. 1.5 Καιρὸς ἐξομολογήσεως ὁ παρών. Ἐξομολόγησαι τὰ πεπραγμένα, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ· τὰ ἐν νυκτὶ, τὰ ἐν ἡμέρᾳ· ἐξομολόγησαι ἐν καιρῷ δεκτῷ· καὶ ἐν ἡμέρᾳ σωτηρίας δέξαι τὸν ἐπουράνιον θησαυρόν. Σχόλασον εἰς τοὺς ἐπορκισμούς· παρέδρευε ταῖς κατηχήσεσι, καὶ μέμνησο τῶν λεχθησομένων. Λέγεται γὰρ, οὐκ ἵνα μόνον ἀκούσῃς, ἀλλ' ἵνα διὰ τῆς πίστεως ἐπισφραγίσῃς τὰ λεγόμενα. Πᾶσαν μέριμναν ἀνθρωπίνην ἐξάλειψον ἀπὸ σοῦ· περὶ ψυχῆς γὰρ τρέχεις. Τὰ τοῦ κόσμου πάντως καταλιμπάνεις· μικρὰ τὰ καταλιμπανόμενα, μέγαλα δὲ τὰ παρὰ τοῦ Κυρίου δωρούμενα. Κατάλειπε τὰ παρόντα, καὶ πίστευε εἰς τὰ μέλλοντα. Τοσούτους κύκλους ἐνιαυτῶν διῆλθες, περὶ τὸν κόσμον μάτην ἀσχολούμενος· καὶ τεσσαράκοντα ἡμέρας οὐ σχολάζεις, διὰ τὴν σαυτοῦ ψυχήν; Σχολάσατε, καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός, φησιν ἡ γραφή. Τὸ λαλεῖν πολλὰ ἀργὰ παραίτησαι· μήτε καταλάλει, μήτε ἡδέως ἄκουε καταλαλοῦντος· ἀλλὰ μᾶλλον εἰς προσευχὰς ἕτοιμος ἔσο· δεῖξον ἐν ἀσκήσει, τῆς καρδίας σου τὸ νενευρωμένον. Καθάρισόν σου τὸ ἄγγος, ἵνα πλείονα δέξῃ τὴν χάριν. Ἡ μὲν γὰρ ἄφεσις τῶν ἁμαρτιῶν ἐξ ἴσου δίδοται τοῖς πᾶσιν· ἡ δὲ τοῦ Πνεύματος τοῦ ἁγίου κοινωνία, κατ' ἀναλογίαν δεδώρηται τῆς ἑκάστου πίστεως. Ἐὰν ὀλίγα κάμῃς, ὀλίγα λαμβάνεις· ἐὰν δὲ ἐργάσῃ πολλὰ, πολὺς ὁ μισθός. Σεαυτῷ τρέχεις, τὸ συμφέρον σκόπει. 1.6 Εἴ τι κατά τινος ἔχεις, ἄφες. Προσέρχῃ λαβεῖν ἁμαρτιῶν ἄφεσιν, ἀνάγκη καί σε συγχωρῆσαι τῷ ἡμαρτηκότι. Ἐπεὶ ποίῳ προσώπῳ τῷ Κυρίῳ λέξεις, Ἄφες μοι τὰς πολλάς μου ἁμαρτίας, αὐτὸς σὺ μηδὲ τὰς ὀλίγας τῷ συνδούλῳ συγχωρήσας; Εἰς τὰς Συνάξεις ἔσο σπουδαῖος· μὴ μόνον νῦν, ὅτε καὶ ὑπὸ τῶν κληρικῶν τὴν σπουδὴν ἀπαιτῇ, ἀλλὰ καὶ μετὰ τὸ λαβεῖν τὴν χάριν. Εἰ γὰρ πρὶν λάβῃς, καλὸν τὸ γινόμενον, ἆρα οὐχὶ καὶ μετὰ τὴν δόσιν καλόν; Εἰ πρὶν ἐγκεντρισθῇς, ἀσφαλὲς τὸ ποτίζεσθαι, καὶ γεωργεῖσθαι· μετὰ τὴν φυτείαν ἆρ' οὐχὶ πολὺ κάλλιον; Ἀγώνισαι περὶ τῆς σαυτοῦ ψυχῆς, μάλιστα ἐν τοιαύταις ἡμέραις· θρέψον σου τὴν ψυχὴν ἀναγνώσεσι θείαις· ἡτοίμασε γάρ σοι τράπεζαν πνευματικὴν ὁ Κύριος. Εἰπὲ καὶ αὐτὸς κατὰ τὸν ψαλμωδόν· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με· τὴν ψυχήν μου ἐπέστρεψεν· ἵνα καὶ ἄγγελοι συνευφρανθῶσι, καὶ αὐτὸς ὁ Χριστὸς ὁ μέγας ἀρχιερεὺς, τὴν ὑμετέραν προαίρεσιν ἀποδεξάμενος, προσφέρων ὑμᾶς ἅπαντας, εἴπῃ τῶ πατρί· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός· ὃς πάντας 
2ὑμᾶς εὐαρεστοῦντας αὐτῷ συντηρήσειεν· Ὧ ἡ δόξα [καὶ τὸ κράτος] εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων· Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

αποψεις...

Λαογραφικό Μουσείο