Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Κυριακή, 2 Νοεμβρίου 2014

Ἁγίου Συμεών τοῦ νέου Θεολόγου. Λόγος Γ΄ ἀπόσπασμα.

Διό, παρακαλῶ, ἀνανήψωμέν ποτε, ἀδελφοί μου, καί ἀλλήλους διεγείροντες, τῇ παρακλήσει τοῦ λόγου, πρός ζῆλον καί μίμησιν τοῦ καλοῦ, δράμωμεν σπουδαίως, σπεύσωμεν προθύμως καί ζεούσῃ τῇ προθυμίᾳ χωρισθῶμεν τῆ ἀπροσπαθείᾳ τοῦ κόσμου, ἑνωθῶμεν τῇ ταπεινώσει τοῖς ἀπ᾿ αἰῶνος ἁγίοις· ἀποδυσώμεθα τόν παλαιόν ἄνθρωπον τῇ ἐκκοπῇ τοῦ γεώδους θελήματος καί τῇ νεκρώσει τοῦ χοϊκοῦ φρονήματος, ἐνδυσώμεθα τόν νέον Ἀδάμ, Ἰησοῦν Χριστόν, διά τῆς καθαρᾶς καί ἀῢλου
προσευχῆς, τοῖς διηνεκέσι δάκρυσιν ἀποσμήξαντες ἑαυτούς. Ὥραν καθ᾿ ὥραν καί ἡμέραν καθ᾿ ἡμέραν ἀνακαινίζεσθαι ποιήσωμεν ἑαυτούς διά μετανοίας, ἵνα καί πολεμεῖν διδαχθῶμεν καί παλαίειν τοῖς ἀεί πολεμοῦσιν ἡμῖν ἐχθροῖς δαίμοσιν. Ὁ γάρ τά εἰρημένα ὅπλα μηδέπω κτησάμενος, ἐν καιρῷ πολέμου στῆναι οὐ δύναται, μᾶλλον δέ ἐν πάσῃ ὥρᾳ τιτρώσκεται. (57) Γυμνός γάρ ὑπάρχων τῶν ὅπλων ἐκείνων, ἐν εἰρήνῃ καί ἐλευθερίᾳ διάγειν οὐ δύναται, ἐπειδή οὐχ ὁμοίως τῶν ἔξω πολέμων καί ὅπλων καί ὁ ἐν ἡμῖν αὐτοῖς πόλεμος, ἀλλά πολύ ἐκείνου φρικωδέστερος οὗτος. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

αποψεις...

Λαογραφικό Μουσείο