Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Παρασκευή, 6 Μαρτίου 2015

Ζητήσωμεν τοιγαροῦν τόν Χριστόν...


Ἁγίου Συμεών τοῦ νέου Θεολόγου

                                      ... ὅν διά τοῦ θείου βαπτίσματος ἐνδυθέντες, διά τῶν πονηρῶν ἐξεδύθημεν πράξεων, ἐπειδή ἀναισθήτως ἁγιασθέντες ἔτι νήπιοι ὄντες καί ταῖς φρεσί καί τῇ ἡλικίᾳ, ἑαυτούς ἐμολύναμεν ἐν νεότητι, ἵνα μή λέγω ὅτι καθ᾿ ἑκάστην τῇ τῶν ἐντολῶν παραβάσει μολύνομεν τάς ψυχάς ἡμῶν καί τά σώματα. Διά τοῦτο οὖν πάλιν ἑαυτούς διά τῆς σωτηρίου μετανοίας ἀνακαλεσώμεθα, πάντα ποιοῦντες καί πράττοντες ὅσα Χριστῷ ὑπάρχει εὐάρεστα, ἵνα καί παρ᾿ αὐτοῦ σφραγισθέντες τοῦ λοιποῦ ἄφοβοι βιωσώμεθα· οὐ μόνον δέ ἀλλά καί ἐκ χειρός αὐτοῦ λάβωμεν ἔλεος καί ἄξιοι γενέσθαι ἀξιωθῶμεν τῆς γνώσεως τῶν μυστηρίων Χριστοῦ, γνώσεως δέ λέγω οὐ τῆς ἐν λόγῳ μόνῳ καί ἀκοῇ παραδιδομένης, ἀλλά τῆς ἔργῳ καί πράξει θεωρουμένης. Πῶς οὖν ἔργῳ καί πράξει ἡ γνῶσις ἐν ἡμῖν θεωρεῖται τῶν μυστηρίων Χριστοῦ; Πρόσεχε.

Ὁ Χριστός ἡμῶν καί Θεός οὕτω διαρρήδην βοᾷ καθ᾿ ἑκάστην διά τοῦ εὐαγγελίου αὐτοῦ· ”Μακάριοι οἱ πτωχοί τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν”. Τοῦτο τοίνυν ἡμεῖς ἀκούοντες σκοπεῖν ὀφείλομεν καί ἑαυτούς ἀκριβῶς ἐξετάζειν, εἰ
τοιοῦτοι ἀληθῶς πτωχοί ἐσμέν, ὥστε καί ἡμετέραν εἶναι τήν βασιλείαν τῶν οὐρανῶν τοσοῦτον, ὡς βεβαίαν ἐν αἰσθήσει ψυχῆς τήν κτῆσιν ἔχειν αὐτῆς, καί ἐπί τοσοῦτον κατέχειν αὐτῆς τόν πλοῦτον, ὡς ἐντός αὐτῆς ἀδιστάκτως ὑπάρχειν αἰσθάνεσθαι καί τοῖς  ἐκεῖσε καλοῖς ἐντρυφῶντας εὐφραίνεσθαι. Ἐντός γάρ ἡμῶν εἶναι ταύτην ὁ αὐτός ἀπεφήνατο Κύριος· σημεῖα δέ καί ἀποδείξεις τοῦ ταύτης ἐντός εἶναί τινα, τό μηδέν ἐπιθυμεῖν τόν τοιοῦτον τῶν ὁρωμένων καί φθειρομένων, λέγω δή τῶν πραγμάτων καί τῶν τερπνῶν τοῦ κόσμου τούτου, μή πλούτου, μή δόξης, μή τρυφῆς, μή ἄλλης βιωτικῆς ἤ σωματικῆς ἀπολαύσεως, ἀλλ᾿ οὕτως ἀπέχεσθαι ἐκ τούτων ἁπάντων καί οὕτω πρός ταῦτα ἀηδῶς διακεῖσθαι κατά ψυχήν καί προαίρεσιν, ὅσον οἱ ἐν ἐξουσίᾳ καί βασιλικῇ τιμῇ διαπρέποντες πρός τούς ἐπί σκηνῆς πορνικῆς διατρίβοντας διάκεινται καί ὅσον οἱ καθαρά περιβεβλημένοι ἱμάτια καί μύροις εὐώδεσι ἐπιχριόμενοι τήν δυσωδίαν καί τόν βόρβορον ἀποστρέφονται. Ὁ γάρ πρός ἕν τι τούτων τῶν ὁρωμένων ἐπιστρεφόμενος, τήν βασιλείαν ἐκείνην τῶν οὐρανῶν οὔτε εἶδεν οὔτε ὠσφράνθη οὔτε ἐγεύσατο αὐτῆς τῆς θυμηδίας τε καί γλυκύτητος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

αποψεις...

Λαογραφικό Μουσείο