Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Τετάρτη 10 Αυγούστου 2016

Ὁτι πὰντων ἡ κατὰ ψυχὴν ἀρετὴ προτιμοτέρα.

Ἁγίου Ἰωάννου τοῦ Χρισοστόμου
Ὁμιλία Η΄

Ἀριθμῶν τὰ τοῦ βίου πολλάκις κατ' ἐμαυτὸν ἀγαθὰ, καὶ μεστὴν εὑρίσκων
πολλῶν πανταχόθεν τὴν κτίσιν, καὶ μυρίων τῷ γένει παρεκτικὴν ἀγαθῶν, οὐδὲν
ὁρῶ τοῦ ψυχῆς ὡραιότητα φιλοκαλεῖν ἀγαθώτερον, οὐδὲ μᾶλλον ἀνθρώπου
πρεπωδέστερον φύσει. Τίς γὰρ οὕτω πρέπων ἀνθρωπότητι πλοῦτος, ὡς ἐλπίδων
εὐσεβῶν εὐπορία; Τίς οὕτως ἐκ δυναστείας λαμπρὸς, ὡς ἐκ γνώμης τῷ τῶν ὅλων
βασιλεῖ τιμωμένης; Τίς ἐκ τρυφῆς ἡδονὴ τηλικαύτη, ὁπόση τις συνειδότος ζωοποιοῖς
ἑστιωμένου μαθήμασιν; Πᾶν ὅπερ ἂν εἰς μέσον ἀγαθὸν παραγάγῃς, ἐξ οὐδενὸς ἂν
εὕροις ὡς ἐκ γνώμης ἐνθέου σεμνυνόμενον ἄνθρωπον. Τῶν μὲν γὰρ ἄλλων καλῶν
ἐστίν τις καὶ τοῖς ἀλόγοις πρὸς ἡμᾶς κοινωνία· οἷον ἡ τῆς ἀκτῖνος καλή τις
ἀπόλαυσις, ἀλλὰ πρόκειται καὶ τοῖς κτήνεσιν αὐτή· ἡ τῶν βρωμάτων ἀγαθὴ χορηγία,
ἀλλὰ τούτων κἀκείνοις μετάσχεσις· αἱ τοῦ κάλλους ἐράσμιοι χάριτες, ἀλλ' εὕροις ἂν
καὶ κάλλος ἐξ ὀρνίθων ἀστράπτον· τὸ δὲ ἰσχύος πολυθρύλλητον δῶρον, ἀλλ' ἔστιν
τὸ ταύτης καὶ βουσὶν πλεονέκτημα· ἡ τοῦ πλούτου πολύευκτος ἄθροισις, ἀλλ' ἴδοις
ἂν καὶ ὄστρεα πλούσια μαργαριτῶν θησαυροῖς. Οὐδενὸς τῶν σαρκίνων παρ' ἡμῖν
καυχημάτων ἡ τῶν ἀλόγων ἀκοινώνητος φύσις, οὐδενὸς σωματικοῦ παρ' ἡμῖν
πλεονεκτήματος χείρων.

Ἐξ ἑνὸς δὲ αὐτοῖς μόνου πρὸς ἡμᾶς παραχώρησις, ἑνὶ μόνῳ παρ' ἡμῶν
νικῶνται πλεονεκτήματι. Ποίῳ δὴ τούτῳ; Τῇ τῆς γνώμης ἀξίᾳ, δι' ἢν ἄνθρωπος Θεῷ
παραπλήσιος, νῷ κεχρημένος κυβερνήτῃ τῶν ὄντων, διανοίᾳ διοικῶν τὰ τῆς
κτίσεως, λογισμῷ τὸν οὐρανὸν διεξιὼν, ἐννοίᾳ τὸ ὑπήκοον ἄγων, ἡνιοχῶν σοφίᾳ
τῆς ἀτάκτου θαλάσσης τὸ δύσχρηστον, προνοίᾳ τὰ φυόμενα σώζων, ἐπιστήμῃ
δεικνὺς τὰ φαινόμενα, δεσπόζων τῆς τῶν ὄντων, ὡς ὁ κτίστης, καλλιτεχνίας. Καὶ
ταῦτα δηλῶν ἐκ προοιμίων ἐφ' ἡμῖν ὁ Θεὸς ἀνεβόα· Ποιήσωμεν ἄνθρωπον κατ'
εἰκόνα ἡμετέραν. Καὶ φοβερὰ τῆς εἰκόνος ἡ τιμὴ, καὶ φιλάνθρωπος· φοβερὰ μὲν ὡς
εἰκὼν ἀρχετύπου φρικώδους. Κίνδυνος γὰρ οὐ μικρὸς, μὴ σχοίη τις πρόσκρουσιν τῷ
τῆς ἁμαρτίας σπίλῳ τὴν εἰκόνα σπιλώσας· φιλάνθρωπος δὲ, ὡς μεγάλη δωρεὰ πρὸ
ἱδρώτων, ἣν ἡμῖν ὁ κτίστης πρὸ γενετῆς παρεσκεύαζεν. Ποιήσωμεν γὰρ, φησὶν,
ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν. Πρὸ τῆς πλάσεως μερίμνῃ τιμώμεθα. Ἑκάστῳ μὲν
γὰρ τῶν ὄντων παρεχόμενος ὕπαρξιν, αὐθεντίαν ἐτήρει προστάττοντος, καὶ πᾶσαν
τῶν ὁρωμένων τὴν φύσιν ἐκ προστάγματος ἔκτιζεν, προστακτικῶς τοῖς οὐκ οὖσιν
ἐπιφθεγγόμενος· Γενηθήτω φῶς· γενηθήτω στερέωμα· γενηθήτωσαν φωστῆρες εἰς
φαῦσιν· ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· ἐξαγαγέτω ἡ γῆ τετράποδα κατὰ
γένος!
Ὡς δὲ ἔδει κτισθῆναι τὸν ἄνθρωπον, ἀφεὶς τὸν προστάττοντα, τὸν αὐτουργὸν
ἀνελάμβανεν, ἀφεὶς τὸν σχεδιάζοντα τῶν ὄντων τὴν σύνθεσιν, τὴν ἀνθρωπογένειαν
ἐσκέπτετο, ἀφεὶς εἰπεῖν πρὸς τὴν γῆν, ἐξάγαγε ἄνθρωπον! Ὡς κτίσαι τὸν ἄνθρωπον
μὴ δυνάμενος μόνος, καὶ κοινωνοὺς συγκαλεῖ πρὸς τὴν πλάσιν, καὶ ὡς συνεργῶν
δεόμενος κέκραγεν· Ποιήσωμεν· οὐ μελέτης εἰς τέχνην δεόμενος, οὐ συνεργῶν εἰς
διάπλασιν χρῄζων, ἀλλὰ τῷ τῆς μελέτης καὶ συνεργίας σχηματισμῷ μεμεριμνημένον
αὐτῷ καὶ πάμμεγα διαπλάττειν ἐνδεικνύμενος γένος. Ἐν δὲ τῇ τιμῇ καὶ παιδαγωγία
τις τῷ γένει πρὸς εὐσέβειαν κέκρυπται. Πᾶσαν γὰρ τὴν κτίσιν θεοποιίας ἐξέβαλεν,
εἰκόνι τῆς ἰδίας αὐτὴν παραδοὺς μοναρχίας· εἰκόνος γὰρ βασιλέως ἅπαν μέγα
νομιζόμενον. Δεύτερον· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν· καὶπροβλέπων μὲν τὸ ἄγνωμον, τὸ φίλτρον οὐκ ἤμβλυνεν· οὐ γὰρ ἔδει μὴ λάμψαι τὸν
ἥλιον διὰ τοὺς πρὸς τὴν ἀκτῖνα τυφλούς· διὰ τοῦτο καὶ προειδὼς τὴν παράβασιν,
τὴν φιλανθρωπίαν ἀνέτελλεν· καὶ προορῶν τὸ μέλλον, τὴν τιμὴν οὐκ ἀνεῖλεν, καὶ
προγιγνώσκων τὴν ὕβριν, οὐ κατέσχεν τὴν χάριν, φιλοκαλῶν πλαττομένους, ἵνα
κἂν ὡς πρόσκαιρος ἀπομάθῃ τὸ ἄπληστον, καὶ δῷ πρόφασιν τῷ Θεῷ δευτέρου δώρου
πρὸς ἀρχὴν ἀϊδίου. Δεινὸν γὰρ εἰς ἀπληστίας σωφρονισμὸν τελευτή. Τῷ γὰρ μετὰ
μικρὸν κεισομένῳ τῆς ἀπλήστου τίς ὄνησις κτίσεως; Τῷ τὸν βίον ὡς ὁδὸν διϊόντι ἡ
τῶν περιττῶν ἀχθοφορία ματαία. Ὁδὸν γὰρ τὸν βίον, οὐ πατρίδα κεκτήμεθα. Οὕτως
αὐτὸν ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις καλῶν· Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ἕως ὅτου
εἶ ἐν τῇ ὁδῷ μετ' αὐτοῦ.
Εὔλογος ἡ τῆς ὁδοῦ προσηγορία τῷ βίῳ· μεμέτρηται γὰρ ζωὴ ὥσπερ ὁδὸς
διαστήμασιν· πρόσκαιρόν ἐστιν πλουτούντων καὶ πτωχῶν πανδοχεῖον· ὀλιγοχρόνιος
παρερχομένων ἀνάπαυσις· Αἱ ἡμέραι γὰρ ἡμῶν ὡς σκιὰ παράγουσιν. Ποῦ τὰ πρῶτα
τῆς ζωῆς ἡμῶν ἔτη; Παρῆλθεν ὡς σκιᾶς φαντασία, διέδραμεν ὡς σχήματος σκίασμα.
Πόσον ἡμῖν τῆς ὑπολοίπου ζωῆς τὸ διάστημα; Τίθει πολυετίαν φιλότιμον,
ἑκατοντοῦτιν ζωήν· εἰ δὲ βούλει, τριπλασίασιν δὸς ἔτεσιν, καὶ οὐδενὶ τῶν βιωτικῶν
τούτων παρέξῃ τὸ μόνιμον· κἂν πλούτῳ φιλοτιμῆται, κἂν τρυφῇ περικλύζηται, κἂν
θρόνων ὑψηλότητι λάμπῃ, κἂν ὅ τι οὖν τῶν τοῦ βίου συμπεριφέρῃ λαμπρῶν. Πάντα
γὰρ τοῖς τῶν ἀνθέων μαρασμοῖς ἐοικότα, πάντα διαδοχῆς θρηνώδους ὑπεύθυνα,
σαθρὰ μὲν ὄντα, καὶ καθ' ὃν θάλλει καιρόν· ἔχει γὰρ κινδύνων διὰ παντὸς ἀγωνίαν.
Ὁ πλοῦτος μεριμνᾷ τὰς λῃστείας, ἡ τρυφὴ κινδυνώδης ταῖς νόσοις, μεταβολαὶ ταῖς
δυναστείαις· καὶ παλαίσας πολυτρόποις κινδύνοις καὶ μυρίοις ἐκτακεὶς
μεριμνήμασιν, ἔχει θάνατον αὐτῷ φυλαττόμενον, ἀντίπαλον ἄῤῥηκτον,
ἀπερίγραφον τόποις, ἀκολάκευτον δώροις, ἀδυσώπητον θρήνοις, αἰφνίδιον ἅρπαγα.
Ὁ χθὲς ἐν 64.477 πλούτῳ, σήμερον ἐξαπίνης ἐν τάφῳ· ὁ χθὲς ἐν συμποσίῳ τρυφῆς,
σήμερον ἐν καταλόγῳ νεκρῶν· ὁ χθὲς ἐν τοῖς θρόνοις, τῇ μετὰ ταύτην ἐν
σπαργάνοις· ὁ χθὲς ἐν τοῖς κόλαξι, μετὰ μικρὸν ἐν τοῖς σκώληξι. Ποῦ τῶν
ἀριθμουμένων ἡ χαρὰ βαλαντίων;Ποῦ τῆς προσόδου τῶν κτημάτων ὁ κόμπος; Ποῦ πλουσίου καὶ πενομένου νεκροῦ τὸ διάφορον; Ποῦ βασιλέως καὶ προσαίτου τὸ μέσον; Ἀμφοτέρων ὁ διάδοχος
θάνατος, ἑκατέρου τὸ συμπέρασμα τάφος· πλὴν ἐνταφίων οὐδενὶ συνοδία Εὖγε τῆς
Παύλου φωνῆς· Πορισμὸς, φησὶν, μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας· οὐδὲν γὰρ
εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ἄμαχος
συλλογισμὸς αὐταρκείας, τῷ μηδὲν τῶν κτηθέντων συνεξιέναι τοῖς κτήτορσιν·
οὐδὲν γὰρ, φησὶν, ἐξενεγκεῖν δυνησόμεθα. Τί, φησὶν, ἃ μὴ μετάγεις, συνεξάγεις; Τί
κατέχεις τὰ μὴ κρατούμενα; Τὸ πέρας τῆς αὐταρκείας τοῖς κτησαμένοις ἀνόνητον.
Ὅσα γὰρ ἂν συλλέξειεν ἄνθρωπος, εἰς σκέπην αὐτῷ καὶ τροφὴν τελευτήσει, τῶν δὲ
λοιπῶν ἁπάντων κληρονόμος ὁ βίος. Ψυχαγωγούμεθα δὲ ταῖς διαθήκαις οἱ
κτήτορες, ἃ λαβεῖν οὐκ ἰσχύομεν, χαριζόμενοι γράμμασιν· ἃ κατέχειν οὐκ ἔστιν,
ἀφιέναι δοκοῦντες, ὡς, εἴγε κατέχειν ἦν, οὐκ ἂν ἐξέστημεν ἄλλῳ. Καὶ δηλοῖ τὴν
γνώμην τῆς διαθήκης ὁ πρόλογος· εἴη μέν με, φησὶν, ζῇν, καὶ κυριεύειν με τῶν
ἐμῶν. Εὐχὴν περισφίγγοντος καὶ παραχωροῦντος φωνῇ γράφει τὸ γράμμα καὶ τοῦ
γράμματος τὸ ἔργον ἀπεύχεται· εἴη μέν με ζῇν, καὶ κυριεύειν με τῶν ἐμῶν. Οὐδὲ
ψυχοῤῥαγοῦντες τοῦ τῶν χρημάτων ἀφιστάμεθα φίλτρου· ἂν δέ τι, φησὶν, τὸν κατ'
ἄνθρωπον πάθω, βούλομαι εἶναι κληρονόμους.
Κληρονομεῖ κἂν μὴ βούλει· ἡ φύσις σε καὶ ἄκοντα κληρονομεῖσθαι διέθετο.
Κἂν σὺ τοῖς χρήμασι κληρονόμον μὴ γράψῃς, εὑρήσει κληρονόμον τὰ χρήματα· κἂν
μηδενὶ καταλίπῃς, οὐδὲν ἐξενεγκεῖν ὧν ἐκτήσω δυνήσῃ. Οὐχ ὡς φαῦλον τὸ
διατίθεσθαι λέγω· παραινεῖ γάρ που καὶ προφήτης ἀνθρώπῳ· Τάξαι περὶ τοῦ οἴκου
σου· ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ ζήσῃ· ἀλλὰ τὰς τῶν γηΐνων ἡμῶν κωμῳδῶ
προαιρέσεις, ὅτι τὰ τούτοις ἐκ τούτων παραπεμπόμενα χρήματα τῶν ἀδιαδόχων
τιμιώτερα κρίνομεν. Ὄντως πορισμὸς μέγας ἡ εὐσέβεια· οὐχ ὑπόκειται θανάτου
διαδοχαῖς, οὐ διαθηκῶν σκορπίζεται γράμμασιν, οὐκ ἀφεὶς τὸν κτησάμενον
κληρονομεῖται παρ' ἄλλων. Αὐτὸς ἑαυτοῦ κιβωτὸς ὁ φιλόθεος, αὐτὸς κληρονόμος
τῆς οἰκείας οὐσίας, τῷ τῆς εὐσεβείας συνεκδημεῖ βαλαντίῳ, τῷ τῶν ἐλπίδων
συνεπάγεται πλούτῳ, βαστάζει τῶν ἀρετῶν ὁδεύων τὴν πρόσοδον, εὑρίσκει τὸν
οὐρανὸν οἰκίαν, ἀναμίγνυται συμποσίῳ δικαίων, καρποῦται βασιλείας ἀξίαν
αἰώνιον, πρόσεισι τῷ βασιλεῖ σὺν παῤῥησίᾳ βοῶν· Σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν
κληρονομίαν μου ἐμοί. 64.480 Πρὸς ἐκεῖνα Χριστιανοῖς ὁ σκοπός· δι' ἐκεῖνα τὸ
τεχθῆναι μακαριστὸν, ὅτι τεύξεταί τις θέας ὑπὲρ ἔννοιαν θείας· τῆς τῶν ἀνθρώπων
ἐξαίφνης ἀνοίξεως, τῆς παραδόξου τῆς γῆς ἀλλοιώσεως, τῶν τοὺς ἐξ αἰῶνος
σαλπίγγων νεκροὺς ἐγειρουσῶν, τῶν φερομένων δι' ἀέρος δικαίων, τῶν ἀγγελικῶν
ὀφθαλμοφανῶς βακχευμάτων, τῆς ἐπὶ τὴν γῆν ὑπ' ὄψεσιν τῆς οἰκουμένης τοῦ
δεσπότου καθόδου. Ὦ πηλίκον τὸ νῦν αὐτοὺς πεφιληκότας θερμῶς κατὰ τὴν τότε
βοῆσαι προσελθόντας ἀπάντησιν· Μνήσθητι, Κύριε, ὡς ἐπορεύθημεν ἐνώπιόν σου
μετὰ ἀληθείας καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποιήσαμεν, καὶ βοῶντας εὐθέως
ἀντακοῦσαι βοῶντος· Καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν.
Ἀνανεύσωμεν δὴ τῆς πολλῆς περὶ τὰ βιωτικὰ φροντίδος· κουφίσωμεν τῶν
γηΐνων τὴν ψυχὴν φορτισμάτων· διέλθωμεν πρὸς τὸ μέλλον ἐννοίαις· τῶν
ἀδιαδόχων θησαυρῶν ἐρασθῶμεν· φυλάξωμεν ἀρετῆς ἁλουργίδι τὸ τῆς βασιλικῆς
εἰκόνος ἀξίωμα· βασιλεύειν τῶν τοῦ βίου ταχθέντες, εἰς δουλείαν τὴν βασιλείαν μὴ
στρέφωμεν· πρὸ παντὸς πλούτου ζητῶμεν τὸν τοῦ πλούτου προστάτην· Πλούσιοι
γὰρ, φησὶν, ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον, οὐκ
ἐλαττωθήσονται παντὸς ἀγαθοῦ· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

σταλαγματιες απο την παραδοση

αποψεις...