Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Παρασκευή, 10 Αυγούστου 2018

Ἰωάννου τοῦ Χριστοστόμου Περὶ νηστείας, καὶ εἰς τὸν Δαυῒδ, καὶ περὶ πρεσβυτέρων, καὶ εἰς τὸν Ἰωσὴφ, καὶ κατὰ Ναυάτου.

Λόγος γιὰ τὴ μετάνοια καὶ ἐξομολόγηση


Καθολικὸν ἡμῖν, καὶ οὐ μερικὸν μέλος ὑπαγορεύων ὁ μακάριος Δαυῒδ, ἐπῆλθε ψάλλειν· Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου· διηγήσομαι πάντα τὰ θαυμάσιά σου.
 Ὢ τῆς εὐλαβείας τοῦ μακαρίου Δαυῒδ, τοῦ πταίσαντος, καὶ μὴ καταφρονήσαντος! Εἰ γὰρ καὶ ὡς ἄνθρωπος ὀλισθήσας ἔπεσεν, ἀλλ' ὅμως ὡς ἄνθρωπος ἐξωμολογήσατο.
 Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, τῶν ἁμαρτιῶν οὐκ ἀπαλλάττομαι.
 Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, ὡς χιὼν οὐ λευκανθήσομαι.
Ἐξομολογήσομαί σοι, Κύριε. 
Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, ὁ διάβολος τὴν
φονομοιχείαν παίζων οὐ μεθίσταται. Ἐξομολογήσομαί σοι, Κύριε. 
Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, εἰς τὴν προτέραν τιμὴν οὐκ ἐπανέρχομαι. 
Ἐξομολογήσομαί σοι, Κύριε.
Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, πατήρ σου κατὰ σάρκα ἀκούειν οὐ δύναμαι.
Ἐξομολογήσομαί σοι, Κύριε. 
Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, τὸ Πνεῦμα τὸ ἅγιον οὐδὲν ὑπαγορεύει μοι, καὶ οὐδεὶς τὸν πεντηκοστὸν ψαλμὸν ἐκμαθεῖν ἀνέχεται. Ἁρμόζει δὲ ἑνὶ ἑκάστῳ τῶν προσερχομένων τῷ ἁγίῳ βαπτίσματι λέγειν τὰ τοῦ μακαρίου Δαυῒδ,
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, τὸν παλαιὸν ἄνθρωπον οὐκ ἀποδύομαι. 
Ἐξομολογήσομαί σοι, Κύριε.

Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, τὸν νέον ἄνθρωπον οὐκ ἐνδύομαι. 
Ἐξομολογήσομαί σοι, Κύριε. 
Εἰ μὴ γάρ σοι ἐξομολογήσωμαι, οὐκ ἂν τῇ τῶν πιστῶν ποίμνῃ συναριθμηθήσομαι.
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Ἐπείσθην γάρ σου λέγοντος, μὴ αἰσχυνθῇς ἐξομολογῆσαι τὰς ἁμαρτίας σου. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.
Ἤκουσα γάρ σου λέγοντος, Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Εὔκαιρον δὲ καὶ τὰ τοῦ μακαρίου Παύλου λέξαι ῥήματα. Ποῖα ταῦτα; Νῦν καιρὸς εὐπρόσδεκτος. Ποῖος καιρός; ὁ τῆς νηστείας καλλωπισμός. Ποῖος καιρός; ὁ τῆς φιλοπτωχίας φωτισμός. Ποῖος καιρός; ὁ τῆς μετανοίας πορισμός. Νῦν καιρὸς
εὐπρόσδεκτος, νῦν ἡμέρα σωτηρίας. Τὰ αὐτὰ δὴ ταῦτα καὶ ὁ Ἐκκλησιαστὴς γράφων λέγει· Καιρὸς τοῦ κλαῦσαι τὴν ἁμαρτίαν, καὶ καιρὸς τοῦ γελάσαι τῇ σωτηρίᾳ. Γελάσαι, οὐ καταγελάσαι· ἄλλο γὰρ γέλως προπετὴς, καὶ ἄλλο γέλως ἐπωφελής. Καὶ ὅτι οὐ ψεύδομαι ταῦτα λέγων, ἐξ αὐτῶν τῶν θείων Γραφῶν λάμβανε τὴν ἀπόδειξιν. Περὶ μὲν γὰρ τοῦ προπετῶς γελῶντος, ἄκουσον τῆς Σοφίας λεγούσης· Ἄφρων ἐν γέλωτι πράσσει κακά· περὶ δὲ τοῦ συνετῶς γελῶντος καὶ ἐπωφελῶς, ἄκουε τοῦ Ἰὼβ λέγοντος· Πᾶν δῶρον ἀσεβοῦς οὐ λήψεται, ἀληθινὸν δὲ στόμα ἐκπλήσει γέλωτος. Καλῶς οὖν ἔλεγεν ὁ Ἐκκλησιαστής· Καιρὸς τοῦ κλαῦσαι, καὶ καιρὸς τοῦ γελάσαι. Καιρὸς τοῦ κλαῦσαι τὴν ἁμαρτίαν, καὶ καιρὸς τοῦ εὐφρανθῆναι τῇ δικαιοσύνῃ·  Δίκαιος γὰρ Κύριος, καὶ δικαιοσύνας ἠγάπησε. Καιρὸς τοῦ ῥῆξαι τὴν ἔχθραν, καὶ καιρὸς τοῦ συνάψαι τὴν ἀγάπην· πειθόμενοι τῷ μακαρίῳ Παύλῳ τῷ λέγοντι, Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Καιρὸς τοῦ ἐκριζῶσαι τὴν ἀσέβειαν, καὶ καιρὸς τοῦ φυτεῦσαι τὴν εὐσέβειαν. Ταῦτα δὲ πάντα καὶ ὁ Κύριος ἡμῶν ἐμφαίνων Ἱερεμίᾳ τῷ προφήτῃ περὶ τῆς ἀκανθοβλάστου τῶν Ἰουδαίων χώρας ἔλεγε πρὸς αὐτόν· Ἰδοὺ καθίστημί σε σήμερον ἐκριζοῦν καὶ φυτεύειν, ἀνασκάπτειν καὶ ἀνοικοδομεῖν· ἐκριζοῦν τὴν πολυθεΐαν, καὶ φυτεύειν τὴν μοναρχίαν· ἀνασκάπτειν καὶ ἀνοικοδομεῖν· ἀνασκάπτειν τὰ Ἑλληνικὰ σεβάσματα, καὶ ἀνοικοδομεῖν τὰ μαρτυρικὰ εὐκτήρια. Τὸ δὲ, Σήμερον καθίστημί σε, μὴ ἐν ὡρισμένῃ ἡμέρᾳ λάμβανε, ἀλλὰ τὸ εἰς ἀεὶ καὶ πάντοτε, καθώς φησιν ὁ μακάριος Παῦλος· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, ἀντὶ τοῦ, Ἧ δ' ἂν ἡμέρᾳ ἀκούσητε τοῦ Κυρίου λέγοντος,
Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς οἱ λεγόμενοι Καθαροί.
Ταῦτα δὲ οὐ μόνον πρὸ τοῦ βαπτίσματος καὶ ἐν τῷ νόμῳ, ἀλλὰ καὶ μετὰ τὸ βάπτισμα καὶ ἐν τῇ χάριτι. Αὐτὰ γὰρ ταῦτα ὁ Δεσπότης Χριστὸς τοῖς ἑαυτοῦ μαθηταῖς ἐν ἑτέραις λέξεσι παραδιδοὺς ἔλεγεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ· καὶ οὐχ ἁπλῶς λέξεών τινων, ἀλλὰ πραγμάτων ἐνόχους ἐποίησε τοὺς ἑαυτοῦ μαθητὰς, τοῦ λύειν καὶ δεσμεῖν. Βλέψατε πρὸ πάντων εἰς τὸν μακάριον Πέτρον, πῶς ἐδέσμευσε θανάτῳ τοὺς συμφωνήσαντας τῷ ψεύδει, Ἀνανίαν καὶ Σάπφειραν· πῶς δὲ ἔλυσε τὴν συμφορὰν τοῦ ἐκ γενετῆς κυλλοῦ ἀθρόον, πόδας αὐτῷ χαρισάμενος. Τί ἐροῦσι πρὸς ταῦτα οἱ Καθαροὶ, τῶν καθαρωτέρων, καὶ πάσης ἀκαθαρσίας ἀκαθαρτότεροι; Οὐδεὶς γὰρ καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ ἐπὶ γῆς. Τί οὖν ἐροῦσι πρὸς ταῦτα οἱ πολλοὶ, οἱ τὸν κενόδοξον λογισμὸν ἔχοντες, οἱ τολμῶντες λέγειν μεματαιωμένῳ στόματι· Ἐγὼ ἔχω τῷδε τῷ πρεσβυτέρῳ προσελθεῖν, καὶ ἐξομολογήσασθαι αὐτῷ τὰς ἁμαρτίας μου, τῷ πολλάκις πλείονά μου
πταίσαντι; πῶς δύναται οὗτος, ἄνθρωπος ὑπάρχων καὶ ἁμαρτωλὸς, τὰς ἐμὰς ἁμαρτίας ἐξαλεῖψαι; Τοιαῦτα προφασίζονται οἱ ἐν ἁμαρτίαις καὶ ἐν ὑπεροψίᾳ ὑψοῦντες ἑαυτούς.
Ἀλλ', ὦ ἄνθρωπε, ὁ σαυτῷ ἐπιβουλεύων τοῖς ἀλαζόσι καὶ ἀπατηλοῖς σου ῥήμασιν, ὁ Θεὸν παραπικραίνων διὰ τῆς ἀνοίας σου καὶ ὑψηλοφροσύνης· μὴ γὰρ ἀνθρώπῳ προσέρχῃ, ἢ ἄνθρωπος ἀφίησί σου τὰς ἁμαρτίας; τῷ Δεσπότῃ καὶ βασιλεῖ τῶν ἁπάντων Θεῷ προσέρχῃ, τῷ διὰ τοῦ ἱερέως συγχωροῦντί σοι τὰ πλημμελήματα. Μεσίτης γὰρ, οὐκ αὐθέντης ὑπάρχει ὁ ἱερεύς. Τί τοίνυν κρίνεις καὶ βδελύττῃ, ὃν ὁ Θεὸς οὐ κατακρίνει; Τὸ τίμιον αὐτοῦ σῶμα μελίζει, καὶ τὸ ἄχραντον αὐτοῦ αἷμα ἱερουργεῖ. Ἕως ἐστὶν ἱερεὺς, καὶ ὁ Θεὸς συγχωρεῖ αὐτῷ ἱερουργεῖν, μὴ παραιτήσῃ παρ' αὐτοῦ λαβεῖν τὴν δωρεάν· οὐ γὰρ αὐτὸς παρέχει σοι τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ἀλλ' ὁ μέγας ἀρχιερεὺς Χριστὸς, ὁ πιστεύσας αὐτῷ τὴν ἱερωσύνην. Ὅτι δὲ οὐ μόνον ἐν τῇ χάριτι, ἀλλὰ καὶ πρὸ τῆς χάριτος ὁ Θεὸς τοῖς ἀνθρώποις τὴν σωτηρίαν δι' ἀνθρώπου ἐποιεῖτο (τούτου χάριν ὁ
Δεσπότης ἡμῶν ἐνηνθρώπησεν, ὁ μεσίτης Θεοῦ καὶ ἀνθρώπων)· οἴδατε ἀκριβῶς τὴν ἱστορίαν κατὰ τὸν μακάριον Δαυῒδ τὸν ἀρτίως εἰρηκότα, Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, πῶς ὁ αὐτὸς φόνῳ καὶ μοιχείᾳ περιπεσὼν, τοῖς ἄκροις κακοῖς, ἔμενεν ἀνεξομολόγητος. Τί οὖν ποιεῖ ὁ Θεὸς, ἵνα καὶ τοῦτον πρὸς μετάνοιαν ἐλάσῃ, καὶ τοὺς μετέπειτα ποιήσῃ τὴν μετάνοιαν ἀσπάζεσθαι; Πέμπει πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἐν ἀλλοτρίῳ προσώπῳ τὰ κατ' αὐτοῦ ἐξαγγέλλοντα. Ἐλθὼν γὰρ, φησὶν, ὁ μνημονευθεὶς
προφήτης πρὸς τὸν Δαυῒδ ἔφη· Βασιλεῦ, ἔχω σοί τι εἰπεῖν. Ὁ δὲ Δαυῒδ, Λέγε. Καὶ ὁ προφήτης Νάθαν· Ἄνθρωπός τις ἦν πλούσιος, ἔχων ποίμνια καὶ βουκόλια πολλά·
ἄνθρωπος δέ τις ἦν πένης ἔχων ἀμνάδα μίαν, ἥτις ἐκ τῆς τραπέζης αὐτοῦ ἤσθιε, καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινε, καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδε· πλούσιον τὸν Δαυῒδ καλῶν, πένητα τὸν Οὐρίαν. Τί οὖν; Ἦλθε, φησὶ, ξένος πρὸς τὸν πλούσιον. Τίς ὁ ξένος; Ὁ λογισμὸς τῆς ἐπιθυμίας, ὁ ἐμβάλλων ἡμᾶς εἰς κόλασιν. Ἦλθε ξένος πρὸς τὸν πλούσιον·
καὶ ὁ πλούσιος φειδόμενος τῶν οἰκείων προβάτων, πέμψας ἔλαβε τὴν ἀμνάδα τοῦ πένητος, καὶ κατέσφαξεν αὐτὴν τῷ ξένῳ. Τοῦτο ἀκούσας ὁ βασιλεὺς Δαυῒδ, εἰ καὶ τῇ ἁμαρτίᾳ ἦν περιπεσὼν, ἀλλ' ὅμως τὸ δίκαιον ἠμφίεστο· τοῦ γὰρ σώματος ἡ ἁμαρτία, τῆς δὲ ψυχῆς τὸ κατόρθωμα. Ὅθεν ἀποκριθεὶς ἐν θυμῷ ἔφη, Ζῇ Κύριος, ἄξιος θανάτου ὁ ποιήσας τοῦτο, καὶ τὴν ἀμνάδα ἀποτίσει ἑπταπλάσιον.
Ὑπερβαίνει τὸν νόμον ὁ Δαυΐδ· ὁ νόμος γὰρ τετραπλασίονα κελεύει· οὗτος δὲ ἑπταπλασίονα κελεύει. Ὁ δὲ Νάθαν πρὸς αὐτόν· Σὺ εἶ, βασιλεῦ, ὁ ταῦτα πεποιηκώς. Εἶτα ὁ Δαυῒδ συνετὸς ὑπάρχων, καὶ εὐλαβείᾳ συζήσας, οὐκ ἀπεχρήσατο τῷ βασιλικῷ ἀξιώματι, οὐκ ἐτυράννησε τὸν ἐλέγχοντα, καίπερ δυνάμενος· οὐκ εἶπε, Τίς εἶ σὺ, ὁ τολμήσας ἐπὶ πάντων ὀνειδίσαι με; ᾔδει γὰρ σαφῶς, ὅτι εἰ καὶ βασιλεύς ἐστιν ἐπίγειος,
ἀλλ' ὅμως βασιλεύεται ὑπὸ τοῦ βασιλέως τῶν ἄνω δυνάμεων. Ὡς μόνον γὰρ ἤκουσε τὴν φωνὴν τοῦ προφήτου, ὅτι Σὺ εἶ, βασιλεῦ, εὐθέως ἐξομολογήσατο· Ἡμάρτηκα τῷ  Κυρίῳ. Ὁ δὲ Νάθαν, Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς. Ὦ Νάθαν, τί ἐτόλμησας ἀποφήνασθαι; μέλλεις γὰρ ὑπὸ Ναυάτου ἐγκαλεῖσθαι τοῦ ὑψηλόφρονος. Τῷ Θεῷ ἥμαρτεν ὁ Δαυῒδ, αὐτῷ καὶ ἐξωμολογήσατο· καὶ πόθεν οἶδας, εἰ συγχώρησιν ἔλαβεν, ὅτι σὺ ἀφεῖλες τὸ ἁμάρτημα; πρῶτον μάθε, καὶ τότε μετάδος τῆς ἁμαρτίας τὴν λύσιν. Ὁ δὲ Νάθαν φησίν· Ἐμοὶ ἐνεχείρισεν ὁ Θεὸς τελείαν τὴν τοῦ Δαυῒδ περιοδείαν ποιήσασθαι. Εἰ γὰρ οὐκ ἐβούλετο δι' ἐμοῦ αὐτῷ συγχωρῆσαι, οὐκ ἂν ἀπέσταλκέ με πρὸς αὐτόν. Τίς ἐγκαλεῖ ἰατρῷ περιοδεύοντι ἀνθρώπῳ νοσοῦντι, καὶ οὐκ εὐχαριστεῖ καὶ ἀμοιβὰς ἀποδίδωσι; Σαφῶς τοίνυν ἀποδέδεικται, ὅτιπερ οὐ μόνον ἐν τῇ χάριτι, ἀλλὰ καὶ πρὸ τῆς χάριτος δι' ἀνθρώπων ὁ Θεὸς τοῖς ἀνθρώποις συνεχώρει τὰ ἁμαρτήματα.
Χρησώμεθα δὲ καὶ μετρίῳ ὑποδείγματι πρὸς σαφήνειαν τῶν λεγομένων· Ὑπόθου μοι, ὦ
ἄνθρωπε ὁ τῆς μετανοίας ἀντίπαλος, τινὰ ἄνθρωπον σφαλέντα ἐπί τινι ἐγκλήματι, καὶ
καταδίκῃ ὑπὸ ἄρχοντος βληθέντα καὶ μέλλοντα αὐτὸν ἢ ἐν ἐξορίᾳ, ἢ ἐν ἄλλῃ τινὶ
τιμωρίᾳ, παραπέμπεσθαι· μὴ οὗτος ὁ τῇ καταδίκῃ φρουρούμενος, δι' ἑαυτοῦ πρόεισι, καὶ
τὸν ἄρχοντα παρακαλεῖ τῆς συμφορᾶς ἐκείνης ἀπαλλαγῆναι; οὐχὶ τὸν μεσίτην ἰχνεύσας
καὶ ζητήσας, τὸν λεγόμενον, ἵνα σαφέστερον εἴπω, δομεστικὸν, δι' αὐτοῦ τὴν σωτηρίαν
πρυτανεύεται, καὶ τῆς κρίσεως τὴν ψῆφον σπουδάζει ἀκυρῶσαι, καὶ τοῦ ἄρχοντος τὸν
θυμὸν εἰς ἐπιείκειαν μεταποιῆσαι; Εἰ ἐπὶ τῶν σωματικῶν τιμωριῶν εὐταξία τοσαύτη καὶ
παράκλησις, ἐπὶ τῶν πνευματικῶν οὐχὶ μᾶλλον ὑψηλοτέρα γενήσεται μεσιτεία καὶ
βοηθείας χρεία; Ὥστε, ἄνθρωπε, εἰ διὰ τοῦτο οὐ βούλει προσελθεῖν τῇ μετανοίᾳ, ὅτι
ἄνθρωπός ἐστιν ὁ ἱερεὺς ἁμαρτωλὸς, μηδὲ βαπτισθῇς· ἄνθρωπος γάρ ἐστιν ὁ βαπτίζων·
μηδὲ κοινωνήσῃς· ἄνθρωπος γάρ ἐστιν ὁ τὸν ἀμνὸν τοῦ Θεοῦ μελίζων. Εἰ δὲ ταῦτα
πίστιν ἔχει, κἀκεῖνο πίστει κατάδεξαι. Ὅρα μὴ ἄλλα φυλάττων, καὶ ἄλλα
ἀποβαλλόμενος, εἰς κρῖμα 62.762 ἐμπέσῃς. Οὕτω γὰρ σκελίζει ἡμᾶς τὸ πονηρὸν θηρίον ὁ
διάβολος, καὶ θέλει ἡμᾶς ἐμβαλεῖν εἰς τὴν γέενναν διὰ πολυτρόπων αὐτοῦ
μηχανημάτων. Γέγραπται ἐν τῷ νόμῳ, Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Εἰ οὖν
ἄρχοντά σοι δέδωκε τὸν ἱερέα ὁ βασιλεὺς τῶν βασιλευόντων, τί ἀποβάλλεις αὐτὸν καὶ
ταλανίζεις; μὴ δύνασαι τῷ ἐπιγείῳ βασιλεῖ παριστάμενος διδόντι ἀξίαν ἄρχοντι,
κωλῦσαι καὶ εἰπεῖν αὐτῷ· Οὐκ ἔστιν ἄξιος τῆς ἀρχῆς ταύτης γενέσθαι; Εἰ οὖν ἐκεῖνον οὐ
δύνασαι κωλῦσαι, ὃν θέλει καὶ ὃν βούλεται δοξάσαι, πῶς τολμᾷς τὸ δεσποτικὸν
κέλευσμα κωλυθῆναι ἐπὶ τοῦ ἱερέως, ὅτι ἁμαρτωλός ἐστιν; οὐχὶ Δαυῒδ ὁ προφήτης
μοιχείᾳ καὶ φόνῳ περιέπεσεν, ὡς προεῖπον; οὐχὶ Πέτρος ἀρνησάμενος τὸν διδάσκαλον
τρὶς, ἁμαρτίᾳ καὶ ἀρνήσει ὑπέπεσεν; οὐχὶ Παῦλος ἐδίωξε τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ὡς
οὐδεὶς ἄλλος; Ἀλλ' ὁ φιλάνθρωπος Δεσπότης τούτους ἐξελέξατο καὶ ἐδόξασεν, ἵνα σύ
τινα τῶν τῆς Ἐκκλησίας ἀρχόντων μὴ ἐξουδενώσῃς μηδὲ κρίνῃς. Ὁ γὰρ ἱερεὺςβαπτίζων καὶ προσφέρων τὴν ἀναίμακτον θυσίαν, τὰς χεῖρας κιχρᾷ πρὸς τὸ
προκείμενον· τὸ δὲ ἅγιον Πνεῦμα ταῦτα ἁγιάζει καὶ μεγαλύνει. Διὸ καὶ ἐνταῦθα
μετανοοῦντός σου καὶ ἐξομολογουμένου, οὐδὲν ἕτερον, ἢ τὴν γλῶτταν κιχρᾷ, καὶ ὁ
Θεὸς τὴν σωτηρίαν σοι καὶ τὴν ἄφεσιν παρέχει. Καὶ εἰ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ
εἶ οἷόν τέ ἐστι μετὰ τὸ βάπτισμα διὰ μετανοίας σωθῆναι, διὰ τί ὁ ἀπόστολος Πέτρος τὸν
Ἀνανίαν καὶ τὴν Σάπφειραν παραυτὰ ἐθανάτωσε, καὶ οὐχὶ διὰ μετανοίας αὐτοὺς
ἀνεκαλέσατο; Πρόσεχε ἀκριβῶς. Οὐχὶ ὁ μακάριος Πέτρος ἀπέκρυψε τὴν ἔμπλαστρον τῆς
μετανοίας· ἀλλ' αὐτοὶ οἱ τῷ τοιούτῳ πτώματι περιπεσόντες, οὐκ ἐπεζήτησαν τὴν
μετανοητικὴν πρόσφορον ἔμπλαστρον· ἀλλὰ τῇ τοῦ διαβόλου παραινέσει συναπώλοντο
καὶ τοῖς χρήμασι. Τότε γὰρ μετάνοια, οὐχ ὅτε τῇ φωνῇ τιμᾶται, ἀλλ' ὅτε τῇ πράξει
γνωρίζεται. Ἔστι γὰρ μετάνοια ἀπὸ ψυχῆς προβαλλομένη, καὶ ἔστι μετάνοια
ἐπιπολαίως γινομένη· ὅθεν οἱ μὲν σώζονται, οἱ δὲ κατακρίνονται. Μετενόησεν ὁ
μακάριος Πέτρος, καὶ ὁ ἄθλιος Ἰούδας· ἀλλ' ὁ μὲν Πέτρος γνησίως μετανοήσας καὶ
δακρύσας καὶ τὴν ἄρνησιν διὰ τῶν δακρύων ἀποπλύνας, εἰς τὴν προτέραν τιμὴν πάλιν
ἐπανῆλθεν· ὁ δὲ Ἰούδας πάρεργον εἰργάσατο τὴν μετάνοιαν. Εἰ γὰρ καὶ τὰ ἀργύρια
προσέῤῥιψε τοῖς Ἰουδαίοις, καὶ εἶπεν, Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον, ἀλλ' ὅμως οὐκ
ἐστέναξεν, οὐκ ἐδάκρυσεν, οὐκ ἄξια τῆς μετανοίας ἔπραξεν, ἀλλὰ μόνον ἀγχόνην
πλέξας, τὸν διάβολον ἐπληροφόρησε. Τί οὖν Σίμων ὁ μάγος; βαπτισθεὶς καὶ σκελισθεὶς,
καὶ ὑπὸ Πέτρου κατακριθεὶς ὡς χρήματα προσενέγκας, ἵνα τὴν ἀκαπήλευτον δωρεὰν
πραγματεύσηται, οὐ τὴν μετάνοιαν ᾔτησεν; οὐχὶ ὁ μακάριος Πέτρος ἀπεκρίνατο λέγων·
Μετανόησον ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Κυρίου; Διὰ τί, φησὶ, τῷ
Ἀνανίᾳ καὶ τῇ Σαπφείρᾳ οὐκ εἶπε τὰ ῥήματα ταῦτα, Μετανοήσατε ἀπὸ τῆς κακίας ὑμῶν;
Πρόσεχε ἀκριβῶς. Οὐ παίζεται ἡ τοῦ Πνεύματος χάρις. Ὁ Ἀνανίας γὰρ καὶ ἡ
Σάπφειρα ἐλεγχόμενοι ὑπὸ τοῦ Πέτρου, καὶ ἀκούοντες παρ' αὐτοῦ, Τί ὅτι συνεφωνήθη
ὑμῖν πειράσαι τὸ Πνεῦμα Κυρίου; οὐχ ὡμολόγησαν τὴν ἑαυτῶν ἁμαρτίαν, οὐ
προσέπεσαν, οὐκ ἐδεήθησαν, οὐκ εἶπον, ὅτι Ὡς ἄνθρωποι ἐσφάλημεν, ἀλλὰ τί;
Ἐλεγχόμενοι ὑπ' αὐτοῦ ἀντετίθουν τοῖς αὐτοῦ ῥήμασι, πειρώμενοι αὐτὸν κρύπτειν, μὴ
συνιέντες ὡς οὐ παίζεται τὸ Πνεῦμα τὸ ἅγιον. Ὅθεν παραυτὰ ὁ μακάριος Πέτρος
παροξυνθεὶς, ἁρμόζουσαν αὐτοῖς ἐξήνεγκε τὴν ἀπόφασιν. Ὁ δέ γε Σίμων ἀκούσας παρὰ
τοῦ ἀποστόλου Πέτρου, Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν
ἐνόμισας διὰ χρημάτων κτᾶσθαι, οὐκ ἠγανάκτησεν, οὐκ ἀφηνίασεν, οὐκ ἀπεπήδησε,
καίτοι πονηρὸς ὤν· ἀλλὰ τὰς ὕβρεις καὶ τὰς ἐπισκήψεις, ὡς ἀντιδότους αἰτίας,
δεξάμενος, οὐ μόνον τῷ Πέτρῳ, ἀλλὰ καὶ πᾶσι τοῖς ἀποστόλοις προπεσὼν ἔλεγε·
Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεὸν, ὅπως μηδὲν ἐπέλθῃ ἐπ' ἐμὲ, ὧν εἰρήκατε
κακῶν. Μεγάλως, φησὶν, ἥμαρτον· οὐ τολμῶ δι' ἑαυτοῦ τὸν Θεὸν ἐξιλεώσασθαι· ὑμεῖς
οἱ μεσῖται ὑπὲρ ἐμοῦ πρεσβεύσατε. Καλῶς οὖν ἔλεγεν ὁ Ἐκκλησιαστὴς, Καιρὸς τοῦ
κλαῦσαι, καὶ καιρὸς τοῦ γελάσαι· καιρὸς τοῦ κλαῦσαι τοὺς τὰ ἀνίατα νοσοῦντας, καὶ
καιρὸς τοῦ γελάσαι τοὺς τὴν μετάνοιαν ἀγαπῶντας. Οὕτω γὰρ ἔκλαυσεν ὁ μέγας
Ἰωσὴφ, οἱονεὶ τῷ προφητικῷ βλέμματι προσπεισθεὶς τῷ μακαρίῳ Δαυῒδ τῷ λέγοντι· Οἱ
σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσιν. Ἔσπειρεν 62.763 οὖν καὶ Ἰωσὴφ τὰ
δάκρυα τῆς φιλαδελφίας, καὶ ἐθέρισε τὸν στέφανον τῆς βασιλείας. Ἴστε γὰρ πάντες
σαφῶς, ὡς, μετὰ τὸν παράδοξον ἐκεῖνον ἀναγνωρισμὸν, θεασάμενος Ἰωσὴφ τοὺς
ἑαυτοῦ ἀδελφοὺς, προσονειδίσαι οὐκ ἠθέλησε. Ποῖοι γὰρ ἀδελφοὶ οἱ τὴν δωδεκάσειρον
ἅλυσιν τῆς ἀδελφότητος, ὅσον τὸ ἐπ' αὐτοῖς, διαῤῥήξαντες; Ὅμως ὁ Ἰωσὴφ τὰς θλίψεις
εἰς ἀντιλήψεις μεταχλευάσας, ἐπὶ τὸν τράχηλον τῶν ἀδελφῶν ἔκλαυσεν ἐπ' αὐτοῖς. Διὰτί δὲ ἐπὶ τὸν τράχηλον, οὐχὶ δὲ ἐπὶ ἄλλο μέρος; Ἀναγκαίως ἐπὶ τοὺς τραχήλους αὐτῶν
ἔκλαυσε, τοὺς ἀποβαλόντας τὸν ζυγὸν τῆς φιλαδελφίας. Εἶδες πραότητα καὶ εὐλάβειαν
ἀνδρός; Ἀλλά φασί τινες περὶ τοῦ Ἰωσὴφ, ὡς ἀπὸ ἀνάγκης συσχεθεὶς καὶ ἐν ξένοις
τόποις αὐλιζόμενος, καὶ μὴ ἔχων ἀνθρωπίνην βοήθειαν, ἢ τὸν προστατεύοντα, τούτου
χάριν τὴν πραότητα καὶ τὴν ταπεινοφροσύνην ἐπεδείξατο.
Πρόσεχε οὖν ὁ ταῦτα λέγων· αὐτὸς γὰρ ὁ Ἰωσὴφ ἀπὸ διαθέσεως οἰκείας τὴν
πατρικὴν εὐλάβειαν περιέθετο τοῦ Ἰωσὴφ μνήμη, καὶ φωτὸς παρουσία. Ὁ γὰρ τοῦ
φωτὸς Δεσπότης Χριστὸς ἐκ τοῦ σκότους τῆς φυλακῆς τοῦτον ἠλευθέρωσε. Διὸ
περιττολογεῖς, ἄνθρωπε, οὐ δικαιολογεῖς, ὁ λέγων ὅτι ὁ Ἰωσὴφ ἀπὸ ἀνάγκης ὑπῆρχεν
εὐλαβὴς καὶ ἀνεξίκακος. Οὕτω γὰρ πρὸ νόμου ὑπῆρχε φιλόθεος ὁ Ἰωσὴφ καὶ νόμου
τηρητὴς, ὅτι καὶ κολακευόμενος παρὰ τῆς ἑαυτοῦ δεσποίνης, ἐμυσάττετο τῆς μοιχείας
τὸ δρᾶμα. Μὴ γὰρ τότε νόμος ἦν δοθεὶς, ὁ κελεύων, Μὴ μοιχεύσῃς, μὴ κλέψῃς, μὴ
ψευδομαρτυρήσῃς; οὐχὶ αὐτὸς ἑαυτοῦ νόμος γινόμενος, καὶ φυσικῷ κριτηρίῳ
προσπλακεὶς ἔφυγε γυμνὸς ἐξ αὐτῆς, ἵνα τὴν δεσποτικὴν μὴ μολύνῃ κοίτην; οὐχὶ ἡ
τούτου δέσποινα παρεκάλει αὐτὸν ἀναιδῶς, καὶ δέλτους ἐλευθερίας αὐτῷ δώσειν
ὑπισχνεῖτο, καὶ πάντων τῶν αὐτῆς δεσπότην καταστήσειν, εἰ συγκατάθηται τῷ
σπουδαζομένῳ; οὐχὶ ὅσον ἐκείνη προέτρεχε, τοσοῦτον οὗτος ἔκαμπτε, κατὰ τὴν τοῦ
Κυρίου φωνὴν ἑαυτὸν εὐνουχίσας, οὐ ξίφει, ἀλλὰ πίστει; οὐχὶ ταῦτα τὰ ῥήματα ἔλεγε
πρὸς αὐτὴν ὁ δίκαιος· Εἰ ὁ Κύριός μου, δέσποινα, οὐ γινώσκει τι τῶν ἐν τῷ οἴκῳ αὐτοῦ,
ἀλλὰ πάντα ἐνεπίστευσεν ἐν τῇ χειρί μου, καὶ οὐδὲν ὑφαιρεῖται ἀπ' ἐμοῦ, πλὴν σοῦ, διὰ
τό σε γυναῖκα αὐτοῦ εἶναι, καὶ πῶς ποιήσω τὸ πονηρὸν τοῦτο ἁμάρτημα ἐνώπιον τοῦ
Θεοῦ; μὴ γὰρ οὐ πάρεστιν ὧδε ὁ τῶν πατέρων μου Θεός; μὴ γὰρ ἄλλος ἐν τῇ Χαναὰν
Θεὸς, καὶ ἄλλος ἐν Αἰγύπτῳ, εἰ καὶ ὑμεῖς ἀγνοεῖτε; μὴ γὰρ οὐκ ἔστιν ἐποπτική τις
δύναμις ἡ θεωροῦσα τὸν ἀδικοῦντα τὸν πέλας; μὴ γὰρ, τοῦ ἀνδρός σου ἔξω
τυγχάνοντος, καὶ ὁ Θεός μου συναπεδήμησεν; Ὁ σὸς ἀνὴρ, γύναι, ἐμὸς δεσπότης ὢν,
πᾶσαν τὴν ὕπαρξιν αὐτοῦ ἐπίστευσεν ἐν τῇ χειρί μου, κἀγὼ τὴν πλευρὰν αὐτοῦ συλήσω;
ἕνα ἑνὶ συνέζευξε· μὴ γὰρ μίαν πολλοῖς, ἢ ἑνὶ πολλάς; Ἡσύχασον, δέσποινα· οἶδα γὰρ
τὸν ὑφάπτοντά σε κατ' ἐμοῦ. Οὐ σύ 62.764 με πολεμεῖς, ἀλλ' ὁ τοὺς ἀδελφούς μου κατ'
ἐμοῦ ὁπλίσας διάβολος. Ἅπαξ γὰρ τοῦ πατρός με ἀλλοτριώσας, σπεύδει καὶ τοῦ Θεοῦ
ἀποστῆσαι· ἄνω καὶ κάτω κυκλοῖ, ὅπως ξένον με τῶν ὀνείρων ποιήσῃ. Ἡσύχασον
τοίνυν· ἄμεινον γὰρ ὄνομα, καὶ μὴ πρᾶγμα βαστάζειν μοιχοῦ. Ἐάν σοι μὴ πεισθῶ, τὸ
σῶμα μαστίζομαι· ἐὰν δὲ τοῦ Θεοῦ μου παρακούσω, τὸ συναμφότερον κολασθήσομαι.
Ἔγνω γὰρ τὸν λέγοντα· Φοβήθητε τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι. Ταῦτα
εἴρηται πρὸς ἀπόδειξιν τῆς πραότητος καὶ ἀνεξικακίας τοῦ σώφρονος Ἰωσήφ. Ἄκουε δὲ
αὐτοῦ καὶ τὴν ἄλλην πραγματείαν. Ἴστε γὰρ πάντες σαφῶς, ὅτι συκοφαντίᾳ τῆς
Αἰγυπτίας τὴν φυλακὴν οἰκήσας, ψήφῳ δὲ θείας προνοίας τῆς Αἰγύπτου βασιλεύσας, καὶ
ἤδη λοιπὸν τῶν ὀνείρων αὐτοῦ, μᾶλλον δὲ τῶν ἀποκαλύψεων, τὴν ἔκβασιν
ἐπιδεικνύντων, καὶ τῶν ἀδελφῶν αὐτοῦ κατελθόντων εἰς τὴν Αἴγυπτον διὰ τὴν τῶν
ἀναγκαίων σπάνιν, θεασάμενος τούτους ὁ Ἰωσὴφ, καί γε βασιλεὺς ὑπάρχων, καὶ πάσης
τῆς Αἰγύπτου δεσπόζων, οὐκ ἐγύμνωσε ξίφος, οὐκ ἐν φυλακῇ κατέκλεισεν, οὐ λιμῷ
κατέτηξεν, οὐ πληγὰς ἐπέθηκε, οὐχ ὡς θῆρας τοὺς μὴ ἐλεήσαντας ἑαυτὸν κατενόησεν,
οὐχ ὑπεμνήσθη τοῦ χιτῶνος τὸν διασπαραγμὸν, οὐ τοῦ λάκκου τὸν βόθυνον, οὐ τῆς
δουλείας τὸ ὀνικὸν, οὐ τοῦ φθόνου τὸν τῦφον, οὐ τῆς μισαδελφίας τὸν καπνὸν, οὐ τῆς
πατρικῆς ζημίας τὸν φόρτον, οὐ τοῦ ὁμομητρίου ἀδελφοῦ Βενιαμὶν τὴν ἀλλοτρίωσιν·
ἀλλὰ πάντα τὰ λυποῦντα ἐκποδὼν ποιήσας, ἀπειλὴν μετὰ πραότητος συζεύξαςἀφορμὴν ἐζήτει πῶς ἀναγνωρισθῇ τοῖς ἀδελφοῖς. Μόνον γὰρ ἐθεάσατο τούτους, καὶ τὸν
ὁμομήτριον ἀδελφὸν Βενιαμὶν, τὸν ἄκακον, τὸν ἀκέραιον, τὸν ἔσχατον τῆς πατρικῆς
ἀμπέλου βότρυν, τὸν ἄγευστον τῆς μισαδελφίας, τὸν ἀδελφὸν καὶ τῇ φύσει καὶ τῇ
γνώμῃ, εὐθέως περιχαρέσι δάκρυσι τὰς παρειὰς νοτίσας, ἀνεβόησε λέγων· Ἐγώ εἰμι
Ἰωσὴφ ὁ ὑμέτερος ἀδελφός· νῦν δὲ μὴ σκληρὸν ὑμῖν φανήτω. Ὢ τῶν ξένων
πραγμάτων! ὁ ἀνεύθυνος ὡς ὑπεύθυνος ἀπολογεῖται. Ἐγώ εἰμι Ἰωσὴφ, ὦ ἀδελφοί. Εἰ μὴ
ἄκοντες προσεκυνήσατε, ψευδῆ μου τὰ ὀνείρατα· εἰ μὴ ἀνωρθώθη τὸ ἐμὸν δράγμα,
καλῶς τὸ δρέπανον τῆς μισαδελφίας ὠξύνατε.
Μάθετε κἂν οὕτως, ὦ ἀδελφοὶ, ὅτι πᾶς ὁ ἐλπίζων ἐπὶ Κύριον οὐ καταισχύνεται.
Λιτοῦ με χιτῶνος ἐστερήσατε· ἴδε, πορφύραν περιβέβλημαι· ἐν λάκκῳ με ἐχώσατε· ἴδε,
ἐν ἅρματι χρυσοκολλήτῳ ἐποχοῦμαι· ὡς δοῦλον ἐπωλήσατε· ἴδε, βασιλεὺς
ἀναδέδειγμαι· φυλακὴν ᾤκησα· ἴδε, ἐν βασιλείοις ἀναστρέφομαι· κλοιὸν ἐφόρεσα· ἴδε,
διάδημα ἐκ λίθων τιμίων περίκειμαι. Εὔκαιρον οὖν εἰπεῖν ἀληθῶς τὰ τοῦ μακαρίου
Παύλου· Τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ
ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

αποψεις...

Λαογραφικό Μουσείο