Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Παρασκευή 8 Μαΐου 2020

Εἶπεν ὁ ἀββᾶς Δανιὴλ, ὅτι Διηγήσατο ἡμῖν ὁ ἀββᾶς Ἀρσένιος ὡς περὶ ἄλλου τινός· τάχα δὲ αὐτὸς ἦν· ὅτι ...

Ἀπό το Γεροντικό
Ἀββᾶ Ἀρσενίου


...καθημένου τινὸς γέροντος εἰς τὸ κελλίον αὐτοῦ, ἦλθεν αὐτῷ φωνὴ λέγουσα· 

Δεῦρο, καὶ δείξω σοι τὰ ἔργα τῶν ἀνθρώπων.
 Καὶ ἀναστὰς ἐξῆλθε· 
καὶ ἀπήνεγκεν αὐτὸν εἰς τόπον τινὰ, καὶ ἔδειξεν Αἰθίοπα κόπτοντα ξύλα, καὶ ποιήσαντα φορτίον μέγα· ἐπειρᾶτο δὲ αὐτὸ βαστάσαι, καὶ οὐκ ἠδύνατο· καὶ ἀντὶ τοῦ ἆραι ἐξ αὐτοῦ, πάλιν ἔκοπτε ξύλα, καὶ προσετίθει τῷ φορτίῳ. Τοῦτο δὲ ἐπὶ πολὺ ἐποίει. 
Καὶ προβὰς ὀλίγον πάλιν ἔδειξεν αὐτῷ ἄνθρωπον ἱστάμενον ἐπὶ λάκκου, καὶ ἀντλοῦντα ὕδωρ ἐξ αὐτοῦ, καὶ μεταβάλλοντα εἰς δεξαμενὴν τετρημμένην, καὶ τὸ αὐτὸ ὕδωρ ἐκχέουσαν εἰς τὸν λάκκον. Καὶ λέγει αὐτῷ πάλιν· Δεῦρο, δείξω σοι ἄλλο. 
Καὶ θεωρεῖ ἱερὸν, καὶ δύο ἄνδρας καθημένους ἵπποις, καὶ βαστάζοντας ξύλον πλαγίως, ἕνα κατέναντι τοῦ ἑνός· ἤθελον δὲ διὰ τῆς πύλης εἰσελθεῖν, καὶ οὐκ ἠδύναντο, διὰ τὸ εἶναι τὸ ξύλον πλάγιον. Οὐκ ἐταπείνωσεν δὲ ὁ εἷς ἑαυτὸν ὀπίσω τοῦ ἑτέρου ἐνέγκαι τὸ ξύλον ἐπ' εὐθείας· καὶ διὰ τοῦτο ἔμειναν ἔξω τῆς πύλης. Οὗτοί εἰσι, φησὶν, οἱ βαστάζοντες ὡς δικαιοσύνης ζυγὸν μετὰ ὑπερηφανίας, καὶ οὐκ ἐταπεινώθησαν τοῦ διορθώσασθαι ἑαυτοὺς, καὶ πορευθῆναι τῇ ταπεινῇ ὁδῷ τοῦ Χριστοῦ· διὸ καὶ μένουσιν ἔξω τῆς βασιλείας τοῦ Θεοῦ.
 Ὁ δὲ κόπτων τὰ ξύλα ἄνθρωπός ἐστιν ἐν ἁμαρτίαις πολλαῖς· καὶ ἀντὶ τοῦ μετανοῆσαι, ἄλλας ἀνομίας προστιθεῖ ἐπάνω τῶν ἁμαρτιῶν αὐτοῦ. 
Καὶ ὁ τὸ ὕδωρ ἀντλῶν ἄνθρωπός ἐστι καλὰ μὲν ἔργα ποιῶν, ἀλλ' ἐπειδὴ εἶχεν ἐν αὐτοῖς πονηρὰν συμμιγὴν, ἐν τούτῳ ἀπώλεσε καὶ τὰ καλὰ αὐτοῦ ἔργα.
 Χρὴ οὖν νήφειν πάντα ἄνθρωπον εἰς τὰ ἕργα αὐτοῦ, ἵνα μὴ εἰς κενὸν κοπιάσῃ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

σταλαγματιες απο την παραδοση

αποψεις...