Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Σάββατο 14 Μαΐου 2022

Εὐαγγελικό ἀνάγνωσμα Κυριακῆς τοῦ Παραλυτικοῦ ΚΑΤΑ ΙΩΑΝΝΗΝ Ε´ 1 - 15

 


 

ετὰ ταῦτα ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. 2 ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. 3 ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. 4 ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσετο τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι. 5 ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. 6 τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι; 7 ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. 8 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἔγειρε, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 9 καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 10ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· Σάββατόν ἐστιν· οὐκ ἔξεστί σοι ἆραι τὸν κράβαττον. 11 ἀπεκρίθη αὐτοῖς· Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 12 ἠρώτησαν οὖν αὐτόν· Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; 13 ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. 14 μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. 15ἀπῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλε τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.

 

 

...τοῖς πᾶσι γίνεται πάντα...


 Ἑκάστῳ δὲ ποικίλως ὁ Σωτὴρ γίνεται πρὸς τὸ συμφέρον. Τοῖς μὲν γὰρ εὐφρόσυνης χρείαν ἔχουσιν, ἄμπελος γίνεται·


τοῖς δὲ χρείαν ἔχουσι εἰσελθεῖν, ἕστηκε θύρα·


καὶ τοῖς χρείαν ἔχουσι προσενεγκέναι τὰς εὐχάς, ἕστηκε μεσίτης ἀρχιερεύς. 

 

Πάλιν τοῖς ἔχουσιν ἁμαρτίας, γίνεται πρόβατον, ἵνα ὑπὲρ αὐτῶν σφαγιασθῇ·

 

τοῖς πᾶσι γίνεται πάντα, μένων αὐτὸς κατὰ φύσιν ὅπερ ἐστίν. 

 

Μένων γὰρ καὶ ἔχων τὸ τῆς υἱότητος ἀληθῶς ἀπαράτρεπτον ἀξίωμα, κάλλιστος οἷα τις ἰατρὸς καὶ διδάσκαλος συμπαθής, συμπεριφέρεται ταῖς ἡμετέραις ἀσθενείαις.

 

Κύριος ὤν κατᾶ ἀλήθειαν,  οὐκ ἐκ προκοπῆς τὸ κυριεύειν λαβών, ἀλλ'  ἐκ φύσεως τὸ τῆς κυριότητος ἔχων ἀξίωμα.

 

Ἅγιος Κύριλλος Ἱεροσολύμων

 

 

Κυριακή 8 Μαΐου 2022

Εὐαγγελικό ἀνάγνωσμα Κυριακῆς τῶν Μυροφόρων

 




Μάρκου ιε 43– ις 8
Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν ᾿Ιωσὴφ ὁ ἀπὸ ᾿Αρι­­μα­θαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν ­βασι­λείαν τοῦ Θεοῦ, τολ­μήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ­ᾐτήσατο τὸ σῶμα τοῦ ᾿Ιησοῦ. ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ ­προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε καὶ γνοὺς ἀπὸ τοῦ ­κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ ᾿Ιωσήφ. καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ ­μνημείου. ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ᾿Ιωσῆ ἐθεώρουν ποῦ ­τίθεται. Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ ᾿Ιακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ­ἀλείψωσιν αὐ­τόν. καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχον­ται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. καὶ ἔλεγον πρὸς ἑαυτάς τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος ἦν γὰρ μέγας σφόδρα. καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. ὁ δὲ λέγει αὐταῖς μὴ ἐκθαμβεῖ­σθε ᾿Ιησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον ἠγέρθη, οὐκ ἔστιν ὧδε ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. ἀλλ᾿ ὑπάγετε ­εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημεί­ου εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον ἐφοβοῦντο γάρ.

Κυριακή τῶν Μυροφόρων

 

Ὁμιλία π. Ἀθανασίου Χατζῆ


Δουραχάνη, Απρίλιος 2007

Μυροφόρες, ζηλεύουμε τὰ «μύρα» σας!

 



Τρία χρόνια έζησαν στον ίσκιο Του...Δεν έλαβαν ιαματικά χαρίσματα.Δεν είδαν το Φως της Μεταμόρφωσης.Δεν γεύτηκαν το Σώμα καί το Αίμα Του λίγο πριν το Πάθος.
Έζησαν ταπεινές στην αφάνεια... Δε του έδωσαν μεγαλόστομες υποσχέσεις σαν τον Πέτρο.
Έζησαν ταπεινές στη σιωπή... Έκαναν όμως πράξη τα λόγια του Πέτρου: «Κύριε, μετά σου έτοιμος ειμί καί εις φυλακήν καί εις θάνατον πορεύεσθαι». Πορεύτηκαν μαζί Του...

Όταν οί άντρες, οι χαρισματούχοι, οι εκλεκτοί διασκορπίστηκαν, εκείνες πήραν μαζί Του κλαίγοντας τον ανήφορο του Γολγοθά.
Το αποκορύφωμα της αγάπης... Όταν οί άντρες, οί χαρισματοϋχοι, οί εκλεκτοί έτρεμαν «δια τον φόβον των Ιουδαίων», εκείνες ξεκίνησαν για τον Τάφο Του. Το αποκορύφωμα της ανδρείας...
Ξεκίνησαν νύχτα για να πάνε στο Φως.Πήραν το δρόμο πού οδηγεί στην Όδό.
Αψήφησαν τη ζωή τους πορευόμενες προς τη Ζωή.

Όλα τα εμπόδια έσβησαν μπροστά στον πόθο να πάνε κοντά Του, να εκπληρώσουν τα καθήκοντα τους απέναντι Του. Το αποκορύφωμα της αφοσίωσης...Η νύχτα,ο φόβος των Ιουδαίων.οι στρατιώτες...όλα παραμερίστηκαν .Ό νους τους καρφωμένος στο τέρμα. Στόν Τάφο. Καί μόνο ό λίθος πού τον έφραζε πλάκωνε καί τις δικές τους ψυχές,

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΜΥΡΟΦΟΡΩΝ ἀρχιμ. Ἰουστίνου Πόποβιτς Σχόλιο στήν Ἀποστολική Περικοπή-ΚΕΦΑΛΑΙΟΝ Α´στίχ. 1-7

 



“῝Ο ἦν ἀπ᾿ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς·”


Τό κύριο εὐαγγέλιο καί ἡ σκέψη καί ἡ ἀλήθεια· ὁ Θεός Λόγος ἐνσαρκώθηκε, ὥστε κι ἐμεῖς νά συσσαρκωθοῦμε μαζί Του· Αὐτός ἔγινε ἄνθρωπος, ὥστε νά μᾶς θεώσει· Αὐτός -Ζωή αἰώνια- ἐμφανίστηκε στή γῆ, ὥστε νά ἔχουμε κοινωνία μαζί Του, ζώντας μαζί Του. «Περὶ τοῦ λόγου τῆς ζωῆς» εἶναι τό θέμα αὐτοῦ τοῦ Εὐαγγελίου. Λές καί θέλει ὁ ἅγιος Θεολόγος νά μᾶς δώσει νέα ἐξήγηση τῆς κύριας χαρμόσυνης ἀγγελίας τοῦ Εὐαγγελίου του· «Καὶ ὁ Λόγος σὰρξ ἐγένετο» (᾿Ιωάν. α´, 14).

῾Ο Θεός Λόγος, πού εἶναι Αἰώνια Ζωή, πέρασε σέ μᾶς· «ὃ ἦν ἀπ᾿ ἀρχῆς» δηλαδή τό Αἰώνιο κατέβηκε στή γῆ, ἔγινε σάρκα, ἔγινε ἡ δική μας γήινη πραγματικότητα, ἔγινε προσιτό στά αἰσθητήριά μας, στή γνώση μας καί στίς αἰσθήσεις μας· κι αὐτό εἶναι «ὃ ἀκηκόαμεν»· ἀκούσαμε τό εὐαγγέλιο τοῦ Θεοῦ Λόγου· εἶναι ἐκεῖνο «ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν»· εἴδαμε Θεό σέ σῶμα, Θεό στόν κόσμο, τόν Θεό ἀνάμεσά μας· εἶναι ἐκεῖνο «ὃ ἐθεασάμεθα»· ἔχουμε δεῖ, ἔχουμε παρατηρήσει τόν Θεό στόν ἄνθρωπο· εἶναι ἐκεῖνο πού «αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν»· ἄγγιξαν τό σῶμα τοῦ Θεοῦ Λόγου, τόσο πρίν ἀπό τόν σταυρικό του θάνατο, ὅσο καί μετά τήν ἀνάστασή του ἀπό τούς νεκρούς. «᾿Ακούσαμε, εἴδαμε, παρατηρήσαμε, ψηλαφήσαμε» -τό Λόγο τῆς ζωῆς, τό Θεό τῆς ζωῆς. ῾Ο Θεός Λόγος ἔγινε ἡ δική μας πιό προσιτή πραγματικότητα· κι ἐμεῖς αὐτό τό ἐπαληθεύουμε μέ τόν πιό ὀφθαλμοφανῆ, τόν πλέον πειραματικό τρόπο.

῾Η μέθοδος εἶναι καθαρά πειραματική, δοκιμαστική.
«῾Ο Λόγος τῆς ζωῆς» εἶναι στήν πραγματικότητα

Σάββατο 30 Απριλίου 2022

Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν

 


Εὐαγγελικὸ ἀνάγνωσμα Κυριακῆς 5 Μαΐου 2019, Κυριακὴ τοῦ Θωμᾶ

 

Ἰωάννου κ΄ 19-31


Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν ᾿Ιουδαίων, ἦλθεν ὁ ᾿Ιησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. εἶπεν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς πάλιν· εἰρήνη ὑμῖν. καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· λάβετε Πνεῦμα ῞Αγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται. Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ᾿ αὐτῶν ὅτε ἦλθεν ὁ ᾿Ιησοῦς. ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· ἑωράκαμεν τὸν Κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ᾿ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ᾿ αὐτῶν. ἔρχεται ὁ ᾿Ιησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· εἰρήνη ὑμῖν. εἶτα λέγει τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· ὁ Κύριός μου καὶ ὁ Θεός μου. λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ ᾿Ιησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι ᾿Ιησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

σταλαγματιες απο την παραδοση

αποψεις...