Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Τετάρτη, 4 Ιανουαρίου 2017

ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΒΑΣΙΛΕΙΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ ΤΟΝ ΑΔΕΛΦΟΝ ΑΥΤΟΥ


... Τίς οὖν ἡ Βασιλείου εὐγένεια; καὶ τίς ἡ πατρίς; γένος μὲν αὐτῷ ἡ πρὸς τὸ Θεῖον οἰκείωσις· πατρὶς δέ, ἡ ἀρετή. ὁ γὰρ τὸν Θεὸν δεξάμενος, καθώς φησι τὸ Εὐαγγέλιον, ἐξουσίαν ἔχει τέκνον Θεοῦ γενέσθαι. τί δὲ τῆς πρὸς τὸν Θεὸν συγγενείας εὐγενέστερον ἄν τις ἐπιζητήσειεν; ὁ δὲ ἐν τῇ ἀρετῇ ὢν καὶ ταύτην γεωργῶν καὶ ἐκ ταύτης προσοδευόμενος πατρίδα πάντως ἑαυτοῦ ποιεῖται τοῦτο ᾧ ἐμβιοτεύει. σωφροσύνη ἦν αὐτῷ τὸ ἐφέστιον, σοφία τὸ κτῆμα, δικαιοσύνη δὲ καὶ ἀλήθεια καὶ καθαρότης τὰ λαμπρά τε καὶ περίβλεπτα τῶν οἰκοδομημάτων κάλλη· οἷς ἐνδιαιτώμενος ἐπηγάλλετο πλέον ἢ ὅσον οἱ τοῖς μαρμαρίνοις τε καὶ χρυσοπάστοις οἴκοις ἐναβρυνόμενοι. εἴ τις ἀπὸ τοιαύτης αὐτὸν ἐγκωμιάζοι πατρίδος καὶ ἀπὸ τοιούτου σεμνύνοι γένους, ἀληθῆ τε λέξει καὶ ἀπὸ τῶν κεχαρισμένων αὐτῷ τοὺς ἐπαίνους ποιήσεται· γῆν δὲ καὶ αἷμα καὶ σάρκα καὶ πλούτους καὶ δυναστείας καὶ τὰς
ἐν τούτοις περιφανείας προσμαρτυρείτωσαν οἱ βουλόμενοι τοῖς τοῦ κόσμου φίλοις. ....

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

αποψεις...

Λαογραφικό Μουσείο