Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Τετάρτη 28 Φεβρουαρίου 2018

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου ἐγκώμιον εἰς τοὺς ἁγίους μάρτυρας."Οὐ γὰρ ᾐσθάνοντο τοῦ πόνου ὑπὸ τοῦ πόθου κεντούμενοι·"

Φρικτὸς ὁ τῶν μαρτύρων ἀγὼν ἀλλ' ἀθάνατος ἡ μνήμη τῶν εὐσεβῶν, φοβερὸς ὁ θάνατος τῶν ἁγίων ἀλλ' «ἀμάραντος ὁ στέφανος» τῶν ἀνδρείων, ξιφηφόρον τὸ στάδιον τῶν ἀθλητῶν ἀλλὰ στεφανηφόρον τὸ βραβεῖον τοῦ Χριστοῦ.
Ξίφη καὶ πῦρ καὶ ὕδωρ τὰ ἆθλα τῶν παλαιστῶν, ἀλλ' οὐρανὸς καὶ παράδεισος καὶ βασιλεία θεοῦ τὰ βραβεῖα τῶν νικητῶν. Ἐπὶ γῆς ἠγωνίζοντο βασανιζόμενοι, ἐν οὐρανῷ δὲ ὡπλίζοντο στεφανούμενοι. Κάτω τὰς ὕβρεις ὑπέμενον καὶ ἄνω τὰς τιμὰς ἐθησαύριζον. Οὐκ ἀντεμάχοντο τοῖς ξίφεσι πολεμούμενοι, ἀλλ' ὑπέμενον «τῇ πίστει
ἐνδυναμούμενοι»· οὐ γὰρ ἦν αὐτοῖς ἡ μάχη περὶ γηΐνων πραγμάτων. Οὐ περὶ χρημάτων φθαρτῶν, οὐ περὶ πλούτου κενοῦ τὰ αἴτια τοῦ πολέμου, ἀλλὰ περὶ βασιλείας οὐρανῶν, περὶ «παραδείσου τρυφῆς», περὶ ἀφθάρτου ζωῆς. Περὶ θεοῦ ὁ ἀγών, περὶ πίστεως ἡ πάλη, περὶ ὁμολογίας ἡ νίκη, ἵνα μὴ ἐκπέσωσι τῶν συνθηκῶν ἀλλ' ἵνα μείνωσιν εὐσεβεῖς.
Καὶ ἦν ὁ πόλεμος ἔνδοξος καὶ ἡ μάχη οὐράνιος, θεία ἡ παράταξις καὶ ἀγγελικὴ ἡ στρατοπέδευσις ὅπως συνδοξασθῶσι θεῷ, ὅπως ἀπολάβωσι τὴν ἀρχαίαν τιμήν, ὅπως ἀεὶ διαμείνωσιν ἐν Χριστῷ, ὅπως ἔχωσιν ἀνώδυνον ζωήν. Διὰ τοῦτο καὶ ἠγωνίζοντο περιχαρῶς, οὐ ξίφη βαστάζοντες ἀλλὰ τὸν λόγον κηρύττοντες, οὐ τόξα καὶ βέλη ἐκπέμποντες ἀλλὰ τὴν τοῦ Χριστοῦ ὁμολογίαν ἐξαγγέλλοντες, οὐχ ὅπλα «ἐνδυόμενοι» ἀλλὰ τὴν πίστιν «θωρακιζόμενοι». Ἠκονᾶτο μὲν γὰρ ξίφη κατὰ τοῦ σώματος τῶν μαρτύρων, ἀλλὰ τοῦ ξίφους ὀξύτερος ὁ λόγος ἀμβλυτέραν τὴν ἀκμὴν
τῆς σφαγῆς ἀπειργάζετο. Οὐ γὰρ ᾐσθάνοντο τοῦ πόνου ὑπὸ τοῦ πόθου κεντούμενοι·
ὁ γὰρ πόθος τῆς ὁμολογίας ἐκούφιζεν τὸν πόνον τοῦ σώματος καὶ τὴν ἀσθένειαν.
Καὶ οὐκ ἄξια μὲν τῆς ἐκείνων ἀθλήσεως τὰ παρ' ἡμῶν λεχθέντα· τοῖς γὰρ δικαίοις «ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ' ἐκ τοῦ θεοῦ», κατὰ τὸν ἀπόστολον. Θεῷ οὖν δόξαν ἀναπέμψωμεν τῷ τοὺς μάρτυρας στεφανοῦντι, ὅτι αὐτῷ πρέπει δόξα νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

σταλαγματιες απο την παραδοση

αποψεις...