Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Τετάρτη, 28 Φεβρουαρίου 2018

Ὦ ἀγάπη παμπόθητε,

ἀγίου Συμεών τοῦ νέου Θεολόγου

                             ...μακάριος ὁ σέ ἀσπασάμενος, ὅτι οὐκέτι                         κάλλος   γηγενοῦ  ἐμπαθῶς ἐπιθυμήσει ἀσπάσασθαι. 
Μακάριος ὁ σοί περιπλακείς ἐξ ἔρωτος θείου· ἅπαντα γάρ τόν κόσμον ἀρνήσεται καί παντί πλησιάζων ἀνθρώπῳ οὐδαμῶς μολυνθήσεται. 
Μακάριος ὁ τά σά κάλλη καταφιλήσας καί κατατρυφήσας αὐτῶν ἐξ ἀπείρου πόθου, ὅτι ψυχικῶς ἁγιασθήσεται ἐκ τοῦ ἀχράντως ἀποστάζοντος ὕδατος καί αἵματος ἀπό σοῦ. 
Μακάριος ὁ ποθεινῶς σε κατασπασάμενος, ὅτι ἀλλοιωθήσεται τήν καλήν ἀλλοίωσιν πνευματικῶς καί ψυχικῶς εὐφρανθήσεται, ὅτι σύ ὑπάρχεις ἡ χαρά ἡ ἀνεκλάλητος.

 Μακάριος ὁ σέ κτησάμενος, ὅτι τούς θησαυρούς τοῦ κόσμου εἰς οὐδέν λογισθήσεται, καί γάρ εἶ ὁ πλοῦτος ἀληθῶς ὁ ἀκένωτος. 
Μακάριος δέ καί τρισμακάριος καί ὅν σύ προσελάβου· ἔσται γάρ ἐν ἀδοξίᾳ τῇ ὁρωμένῃ πάντων ἐνδόξων ἐνδοξότερος καί τιμίων πάντων τιμιώτερος καί σεμνότερος. 

Ἐπαινετός ὁ καταδιώκων σε, ἐπαινετώτερος ὁ εὑρών σε,
 μακαριώτερος ὁ ἀγαπηθείς ὑπό σοῦ, ὁ εἰσδεχθείς παρά σοῦ, 
ὁ διδαχθείς ἀπό σοῦ, ὁ κατοικήσας ἐν σοί, 
ὁ τραφείς διά σοῦ τροφήν Χριστόν τόν ἀθάνατον, Χριστόν τόν Θεόν ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

αποψεις...

Λαογραφικό Μουσείο