Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Σάββατο, 17 Φεβρουαρίου 2018

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 18 Φεβρουαρίου 2018, Τυρινῆς (Ματθ. ς΄ 14-21)



 

ἶπεν ὁ Κύριος· ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παρα­πτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐ­ράνιος· ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ ­παραπτώματα αὐτῶν, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀ­­­φήσει τὰ παραπτώματα ὑ­­­μῶν. Ὅταν δὲ νηστεύητε, μὴ ­γίνεσθε ὥσπερ οἱ ­ὑποκριταὶ σκυθρω­ποί· ἀφανίζουσι γὰρ τὰ πρόσ­ωπα αὐτῶν ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν ὅτι ­ἀπέχουσι τὸν μισθὸν αὐτῶν. σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀν­­­θρώποις νηστεύων, ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. Μὴ ­θησαυρίζετε ὑμῖν θησαυ­ροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀ­φανί­­ζει, καὶ ὅπου κλέπται διορύσ­σουσι καὶ κλέπτουσι· θησαυ­ρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐ­­­­δὲ κλέπτουσιν· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

αποψεις...

Λαογραφικό Μουσείο