Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Σάββατο, 30 Ιουνίου 2018

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 1 Ἰουλίου 2018, Ματθ. η΄ 28 – θ΄ 1

Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι ­τῷ ᾿Ιησοῦ εἰς τὴν χώραν τῶν ­Γεργεσηνῶν ὑ­­­πήντη­σαν αὐτῷ δύο δαιμονιζό­με­νοι ἐκ τῶν ­μνημείων ­ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τι­­­νὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. καὶ ἰδοὺ ἔκραξαν λέ­γοντες· τί ἡμῖν καὶ σοί, ᾿Ιησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέ­λη χοίρων πολλῶν βοσκομέ­νη. οἱ δὲ ­δαίμονες παρεκάλουν αὐτὸν ­λέγοντες· εἰ ­ἐκ­βάλ­­λεις ἡμᾶς, ­­ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέ­λην τῶν χοί­­ρων. καὶ εἶπεν αὐτοῖς· ὑ­­­­­­­­­πάγετε. οἱ δὲ ἐξελθόν­τες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοί­ρων· καὶ ἰδοὺ ὥρ­μησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοαῦ κρημνοῦ εἰς τὴν ­θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. οἱ δὲ βό­σκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. καὶ ἰδοὺ πᾶσα ἡ πό­λις ἐξῆλ­θεν εἰς συνάντησιν τῷ ᾿Ιησοῦ, καὶ ἰδόντες αὐ­­­τὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. Καὶ ἐμβὰς εἰς πλοῖ­­ον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

αποψεις...

Λαογραφικό Μουσείο