Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Σάββατο 18 Ιουνίου 2016

Εὐαγγελικό ἀνάγνωσμα Κυριακῆς τῆς Πεντηκοστῆς ΚΑΤΑ ΙΩΑΝΝΗΝ Ζ´ 37 - 52, Η´ 12


Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Ο πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Tοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· Άλλοι ἔλεγον· Οὗτός ἐστιν ὁ Χριστός· οἱ δὲ ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; Οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης, ὅπου ἦν Δαυῒδ, ὁ Χριστὸς ἔρχεται; Σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι’ αὐτόν. Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ’ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας. Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· Διατί οὐκ ἠγάγετε αὐτόν; ἀπεκρίθησαν οἱ ὑπηρέται· Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. Απεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· Μὴ καὶ ὑμεῖς πεπλάνησθε; μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; ἀλλ’ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι! Λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτὸν, εἷς ὢν ἐξ αὐτῶν· Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ’ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται.


Πάλιν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησε λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς.

Παρασκευή 17 Ιουνίου 2016

Δρόμος δίχως Θεὸ δὲν ἀντέχεται...


Αγίου Νικολάου Βελιμίροβιτς



Σειρά ραδιοφωνικών εκπομπών, που επιμελείται και παρουσιάζει ο κ. Παύλος Κυριακίδης, καθηγητής Κοινωνικής Ψυχολογίας του Πανεπιστημίου Ιωαννίνων, για το ραδιοφωνικό σταθμό "Σπίνος 96 fm stereo".


Βλέπω τί μας περιμένει γι' αυτό πονάω...

Αγίου Γέροντος Παϊσίου
Περνούν τα χρόνια και τι δύσκολα χρόνια! Δεν τελείωσαν τα θέματα.Βράζει το καζάνι. Αν δεν είναι λίγο δυναμωμένος κανείς, πώς θα μπόρεση να αντιμετώπιση μιά δύσκολη κατάσταση; Ό Θεός δεν έκανε ανεπρόκοπους ανθρώπους. Πρέπει να καλλιεργήσουμε το φιλότιμο. Αλήθεια, Θεός φυλάξοι, αν γίνει ένα τράνταγμα, πόσοι θα σταλθούν όρθιοι; Πριν από τον πόλεμο τού '40, στην Κόνιτσα, εκεί πού είχα το μαραγκούδαδικο ήταν η αγορά και έφερναν οι χωρικοί καλαμπόκι, σιτάρι κ.λπ. Μερικοί πλούσιοι - τι πλούσιοι, αυτοί δηλαδή που έπαιρναν κάποιους τόκους από τις Τράπεζες, όταν πήγαιναν οι καημένοι οι χωρικοί το καλαμπόκι στην αγορά, για να το πουλήσουν, αυτοί το κλωτσούσαν με το πόδι και ρωτούσαν πόσο έχει. Όταν ήρθε ο πόλεμος και ανα-γκάσθηκαν να τα πουλήσουν όλα, «καλημέρα» έλεγε ο ένας, «έχεις καλαμπόκι;» ρωτούσε ό άλλος. Γι' αυτό τώρα

Κυριακή 12 Ιουνίου 2016

Κυριακή τῶν 318 Θεοφόρων Πατέρων τῆς Α΄ Οἰκουμενικῆς Συνόδου Ὁμιλία π. Ἀθανασίου Χατζῆ, Ἱ. Μ. Παναγίας Ντουραχάνης

Ο λύκος δε γίνεται πρόβατο...πρέπει να υπάρχουν ποιμένες έτοιμοι να τα βάλουν με τους λύκους και να υπερασπιστούν τα πρόβατα...Προσοχή στις αιρέσεις...οι αιρετικοί είναι πιο επικίνδυνοι από τους αθέους...
Να γνωρίζω τι πιστεύω και να είμαι έτοιμος για τα γεγονότα που συμβαίνουν και θα συμβούν....
Να ζω τα του πιστεύω.....τότε θα μπορέσω να ορθοποδήσω....



Σάββατο 11 Ιουνίου 2016

Εὐαγγέλιο Κυριακῆς 16 Ἰουνίου 2016. Τῶν Ἁγίων Πατέρων τῆς Α΄ Οἰκουμενικῆς Συνόδου.


Ἰωάν. ιζ΄ 1-13
Τῷ καιρῷ ἐκείνῳ, ἐπάρας ὁ ᾿Ιησοῦς τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανόν, εἶπε· πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε, καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας ᾿Ιησοῦν Χριστόν. ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω· καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. ᾿Εφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν καὶ ἐμοὶ αὐτοὺς δέδωκας, καὶ τὸν λόγον σου τετηρήκασι. νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ ἐστιν· ὅτι τὰ ρήματα ἃ δέδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον, καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. ᾿Εγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσι, καὶ τὰ ἐμὰ πάντα σά ἐστι καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς. καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσί, καὶ ἐγὼ πρὸς σὲ ἔρχομαι. πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. ὅτε ἤμην μετ᾿ αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου· οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ. νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὑτοῖς.

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

σταλαγματιες απο την παραδοση

αποψεις...