Πέμπτη 19 Ιανουαρίου 2017
Τρίτη 17 Ιανουαρίου 2017
ΑΓΙΕ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ ...
Ἀπολυτίκιο Αγίου Ἀθανασίου
Στύλος γέγονας ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων, τὴν Ἐκκλησίαν Ἱεράρχα Ἀθανάσιε· τῷ γὰρ Πατρὶ τὸν Ὑιόν ὁμοούσιον, ἀνακηρύξας κατᾑσχυνας Ἄρείον· Πάτερ Ὅσιε, Χριστόν τὸν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τό μέγα ἔλεος.
Απολυτίκιο Αγίων Ἀθανασίου καὶ Κυρίλλου
Ἔργοις λάμψαντες Ὀρθοδοξίας, πᾶσαν σβέσαντες κακοδοξίαν, νικηταὶ
τροπαιοφόροι γεγόνατε· τῇ εὐσεβείᾳ τὰ πάντα πλουτίσαντες, τὴν Ἐκκλησίαν
μεγάλως κοσμήσαντες, ἀξίως εὕρατε Χριστὸν τὸν Θεὸν εὐχαῖς ὑμῶν,
δωρούμενον πᾶσι τὸ μέγα ἔλεος.
Τετάρτη 11 Ιανουαρίου 2017
Σάββατο 7 Ιανουαρίου 2017
Εὐαγγέλιο Κυριακῆς 8 Ἰανουαρίου 2017 Κυριακὴ μετὰ τὰ Φῶτα.
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ Δ´ 12-17
κούσας δὲ ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. Καὶ καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ· ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· Μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.Παρασκευή 6 Ιανουαρίου 2017
Εγγραφή σε:
Σχόλια (Atom)











