Ομιλία π. Αθανασίου Χατζή στην Ιερά Μονή Παναγίας Δουραχάνης Ιωαννίνων
την Κυριακή των Αγίων Πάντων στις 14-6-2014
Ομιλία π. Αθανασίου Χατζή στην Ιερά Μονή Παναγίας Δουραχάνης Ιωαννίνων
την Κυριακή των Αγίων Πάντων στις 14-6-2014

Μεγάλοι αὐτοί, μικρὸς ὁ Χριστός!
ἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ
ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ
πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν
ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν
οὐρανοῖς. Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ
φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει
τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Τότε
ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ
ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν
λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν
καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς
ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. καὶ πᾶς ὃς
ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ
τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ
ζωὴν αἰώνιον κληρονομήσει. Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ
ἔσχατοι πρῶτοι.Σας ζητάμε συγνώμη που για τεχνικούς λόγους δεν έγινε δυνατή η αναμετάδοση στον σύνδεσμο που είχαμε προαναγγείλει
Απόσπασμα μπορείτε να δείτε στο βίντεο παρακάτω και αργότερα -πρώτα ο Θεός - θα ανέβει όλο