Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Σάββατο, 23 Ιουλίου 2016

Εὐαγγέλιο Κυριακῆς 24 Ἰουλίου 2016



Η ΘΕΡΑΠΕΙΑ ΤΩΝ ΔΥΟ ΔΑΙΜΟΝΙΖΟΜΕΝΩΝ 

Ε΄ Ματθαίου: Ματθ. η΄ 28 – θ΄ 1 

Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ ᾿Ιησοῦ εἰς τὴν χώραν τῶν Γεργεση­νῶν ὑ­­­πήντησαν αὐτῷ δύο δαιμονιζό­με­νοι ἐκ τῶν μνημείων ­ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τι­­­νὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. καὶ ἰδοὺ ἔκραξαν λέγοντες· τί ἡμῖν καὶ σοί, ᾿Ιησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. οἱ δὲ ­δαίμονες παρεκάλουν αὐτὸν ­λέγοντες· εἰ ἐκ­βάλ­­λεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέ­λην τῶν χοίρων. καὶ εἶπεν αὐτοῖς· ὑ­­πάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοί­ρων· καὶ ἰδοὺ ὥρ­μησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν ­θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. οἱ δὲ βό­σκον­τες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. καὶ ἰδοὺ πᾶσα ἡ πό­λις ἐξῆλθεν εἰς συνάντησιν τῷ ᾿Ιησοῦ, καὶ ἰδόντες αὐ­­­τὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. Καὶ ἐμβὰς εἰς πλοῖ­­ον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

αποψεις...

Λαογραφικό Μουσείο