Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Κυριακή 17 Δεκεμβρίου 2017

Εὐαγγελικὴ περικοπὴ Κυριακῆς 17 Δεκεμβρίου 2017

ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΔ´ 16-24, ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΒ´ 14
ἶπεν ὁ Κύριος τὴν ­παραβολὴν ταύ­την· ἄνθρωπός τις ­ἐποίησε δεῖ­πνον μέγα καὶ ἐκάλεσε ­­πολ­λούς· καὶ ἀ­­­­πέστειλε τὸν δοῦ­λον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς ­κεκλη­μέ­νοις· ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάν­τα. καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖ­­σθαι πάντες. ὁ πρῶτος εἶπεν αὐτῷ· ἀ­­γρὸν ἠγόρασα, καὶ ἔχω ἀνά­γκην ­ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐ­­­ρω­τῶ σε, ἔχε με πα­ρῃτημένον. καὶ ἕτερος εἶπε· ζεύγη βοῶν ἠγόρασα πέν­τε, καὶ πο­ρεύ­­ομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με πα­ρῃτημένον. καὶ ἕτερος εἶπε· ­γυναῖ­κα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύ­ναμαι ἐλ­θεῖν. καὶ παραγενόμενος ὁ δοῦ­­­λος ἐ­­­­κεῖνος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦ­­τα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ· ἔξελθε τα­χέως εἰς τὰς πλατείας καὶ ρύμας τῆς πό­­λεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε. καὶ εἶπεν ὁ δοῦλος· κύ­ριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστί. καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγ­κασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶ­κός μου. λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημέ­νων γεύσεταί μου τοῦ δεί­πνου. πολ­λοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

σταλαγματιες απο την παραδοση

αποψεις...