Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Τετάρτη 5 Ιανουαρίου 2022

...σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον...

 




               Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. 1, 16-20) 

Τάδε λέγει Κύριος. 
Λούσασθε, καὶ καθαροὶ γίνεσθε·
 ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου, παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν.
 Μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανον, καὶ δικαιώσατε χήραν. 
 Καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει Κύριος· 
καὶ ἐὰν ὧσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὧσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. 
Καὶ ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

σταλαγματιες απο την παραδοση

αποψεις...