Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Τρίτη, 26 Αυγούστου 2014

Μεγάλου Βασιλείου, Περί φθόνου α΄.

Ἀγαθὸς ὁ Θεὸς, καὶ ἀγαθῶν τοῖς ἀξίοις παρεκτι κός· πονηρὸς ὁ διάβολος, καὶ κακίας παντοίας δη μιουργός. Καὶ ὥσπερ ἕπεται τῷ ἀγαθῷ ἡ ἀφθονία, οὕτως ἀκολουθεῖ τῷ διαβόλῳ ἡ βασκανία. Φυλαξώ μεθα οὖν, ἀδελφοὶ, τὸ πάθος τοῦ φθόνου, μὴ κοινω νοὶ τῶν ἔργων τοῦ ἀντικειμένου γενώμεθα, καὶ εὑρε θῶμεν τῷ αὐτῷ συγκαταδικαζόμενοι κρίματι. Εἰ γὰρ ὁ τυφωθεὶς εἰς κρῖμα ἐμπίπτει τοῦ διαβόλου, πῶς ὁ φθονερὸς τὴν ἡτοιμασμένην τῷ διαβόλῳ τι μωρίαν ἐκφεύξεται;

Φθόνου γὰρ πάθος οὐδὲν ὀλε θριώτερον ψυχαῖς ἀνθρώπων ἐμφύεται· ὃς, ἐλάχιστα λυπῶν τοὺς ἔξωθεν, πρῶτον κακὸν καὶ 31.373 οἰκεῖόν ἐστι τῷ κεκτημένῳ. Ὥσπερ γὰρ ἰὸς σί δηρον, οὕτως ὁ φθόνος τὴν ἔχουσαν αὐτὸν ψυχὴν ἐξ αναλίσκει. Μᾶλλον
δὲ ὥσπερ τὰς ἐχίδνας φασὶ τὴν κυήσασαν αὐτὰς γαστέρα διεσθιούσας ἀπογεννᾶσθαι, οὕτω καὶ ὁ φθόνος τὴν ὠδίνουσαν αὐτὸν ψυχὴν πέ φυκε δαπανᾷν. Λύπη γάρ ἐστι τῆς τοῦ πλησίον εὐ πραγίας ὁ φθόνος. Διόπερ οὐδέποτε ἀνίαι, οὐδέποτε δυσθυμίαι τὸν βάσκανον ἐπιλείπουσιν. Εὐφόρη σεν ἡ χώρα τοῦ πλησίον; εὐθηνεῖται πᾶσι τοῖς κατὰ τὸν βίον ὁ οἶκος; θυμηδίαι τὸν ἄνδρα οὐκ ἐπιλείπουσι; ταῦτα πάντα τροφὴ τῆς νόσου, καὶ προσθήκη τῆς ἀλγηδόνος ἐστὶ τῷ βασκάνῳ. Ὥστε οὐδὲν διαφέρει ἀνθρώπου γυμνοῦ παρὰ πάντων τιτρωσκομένου. Ἀνδρεῖος τίς ἐστιν; εὐεκτεῖ; ταῦτα πλήττει τὸν βάσκανον.
Ἕτερος χαριέστερος τὴν μορφήν; ἄλλη πληγὴ τῷ βασκάνῳ. Ὁ δεῖνα τοῖς τῆς ψυχῆς προτερήμασι τῶν πολλῶν ὑπερέχει; ἐπὶ φρονήσει καὶ δυνάμει λόγων ἀποβλέπεται καὶ ζηλοῦται; ἄλλος πλουτεῖ καὶ φιλοτιμεῖται λαμπρῶς ἐν ἐπιδόσεσι καὶ κοινωνίᾳ τῇ πρὸς τοὺς ἐνδεεῖς, καὶ πολὺς αὐτῷ παρὰ τῶν εὐεργετουμένων ὁ ἔπαινος; ταῦτα πάντα πληγαὶ καὶ τραύματα, μέσην αὐτοῦ τύπτοντα τὴν καρδίαν. Καὶ τὸ χαλεπὸν τῆς νόσου, ὅτι οὐδὲ ἐξειπεῖν αὐτὴν δύναται· ἀλλὰ κύπτει μὲν, καὶ κατηφής ἐστι, καὶ συγκέχυται, καὶ ποτνιᾶται, καὶ ἀπόλωλεν ὑπὸ τοῦ κακοῦ.
Ἐρωτώμενος δὲ τὸ πάθος, ἐρυθριᾷ δη μοσιεῦσαι τὴν συμφορὰν, ὅτι Βάσκανός εἰμι καὶ πικρὸς, καὶ ἐπιτρίβει με τὰ τοῦ φίλου καλὰ, καὶ τοῦ ἀδελφοῦ τὴν εὐθυμίαν ὀδύρομαι, καὶ οὐ φέρω τὴν θέαν τῶν ἀλλοτρίων καλῶν, ἀλλὰ συμφορὰν ποιοῦμαι τὴν τῶν πλησίον εὐημερίαν. Ταῦτα γὰρ ἂν εἴποι, εἰ τὰ ἀληθῆ λέγειν βούλοιτο. Ὧν
οὐδὲν ἐξειπεῖν αἱρούμενος, ἐν τῷ βάθει κατέχει τὴν νόσον ὑποσμύχουσαν αὐτοῦ τὰ σπλάγχνα καὶ κατεσθίουσαν.
Οὐκοῦν οὔτε ἰατρὸν τῆς νόσου παραλαμβάνει, οὔτε τι φάρμακον ἐξευρεῖν δύναται τοῦ πάθους ἀλε ξητήριον, καίτοι πλήρεις αἱ Γραφαὶ τῶν ἰαμάτων τούτων· ἀλλὰ μίαν ἀναμένει τοῦ κακοῦ ῥᾳστώνην, εἴ πού τινα ἴδοι καταπεσόντα τῶν φθονουμένων. Οὗτος ὅρος τοῦ μίσους, ἄθλιον ἰδεῖν ἐκ μακαρίου τὸν βασκαινόμενον, ἐλεεινὸν γενέσθαι τὸν ζηλωτόν. Τότε σπένδεται, καὶ φίλος ἐστὶν,
ὅταν δακρύοντα ἴδῃ, ὅταν πενθοῦντα θεάσηται. Καὶ εὐθυμοῦντι μὲν οὐ συνευφραίνεται· ὀδυρομένῳ δὲ συνδακρύει. Καὶ τὴν μεταβολὴν τοῦ βίου, ἐξ οἵων εἰς οἷα μεταπέπτωκε, κατοικτίζεται, οὐχ ὑπὸ φιλανθρωπίας, καὶ τοῦ συμ παθὴς εἶναι, ἐξαίρων τῷ λόγῳ τὰ πρότερα, ἀλλ' ἵνα βαρυτέραν αὐτῷ κατασκευάσῃ τὴν συμφοράν.
Τὸ παιδίον μετὰ τὸν θάνατον ἐπαινεῖ, καὶ μυρίοις ἐγκω μίοις ἀποσεμνύνει, ὡς μὲν καλὸν ἰδεῖν, ὡς δὲ εὐμα θὲς, ὡς δὲ πρὸς πάντα εὐάρμοστον· οὐκ ἂν αὐτῷ περιόντι γλῶσσαν εὔφημον χαρισάμενος. Ἐὰν μέν τοι πολλοὺς ἴδῃ συντρέχοντας τῷ ἐπαίνῳ, μεταβαλὼν πάλιν, βασκαίνει τῷ τεθνεῶτι. Τὸν πλοῦτον θαυμάζει μετὰ τὴν ἔκπτωσιν. Τὴν ὥραν τοῦ σώματος, ἢ τὴν  ῥώμην καὶ τὴν εὐεξίαν μετὰ τὰς νόσους ἐπαινεῖ καὶ ἐξαίρει. Καὶ ὅλως, ἐχθρὸς μέν ἐστι τῶν παρόντων, φίλος δὲ τῶν ἀπολλυμένων. Τί ἂν οὖν γένοιτο τῆς νόσου ταύτης ὀλεθριώτερον; Φθορὰ τῆς ζωῆς,
λύμη τῆς φύσεως, ἔχθρα τῶν παρὰ Θεοῦ δεδομένων ἡμῖν, ἐναντίωσις πρὸς Θεόν. Τί τὸν ἀρχέκακον δαίμονα εἰς τὸν κατὰ ἀνθρώπων ἐξέμηνε πόλεμον; Οὐχ ὁ φθόνος; δι' οὗ καὶ θεομάχος φανερῶς ἀπηλέγχθη, ἀχθόμενος μὲν Θεῷ ἐπὶ τῇ μεγαλοδωρεᾷ τῇ
εἰς τὸν ἄνθρωπον, τὸν ἄνθρωπον δὲ ἀμυνόμενος, ἐπειδὴ Θεὸν οὐκ ἠδύνατο. Τὰ αὐτὰ δὲ ταῦτα ποιῶν καὶ ὁ Κάϊν δείκνυται, ὁ πρῶτος μαθητὴς τοῦ διαβό λου, καὶ φθόνον καὶ φόνον παρ' αὐτοῦ διδαχθεὶς, τὰς ἀδελφὰς ἀνομίας, ἃς καὶ Παῦλος συνέζευξεν, εἰπών· Μεστοὺς φθόνου, φόνου. Τί οὖν ἦν ὃ ἐποίησεν; Εἶδε τὴν παρὰ Θεοῦ τιμὴν, καὶ ἐξεκαύθη πρὸς ζῆλον, καὶ ἀνεῖλε τὸν τιμηθέντα, ἵνα καθάψηται τοῦ τιμή σαντος.
Πρὸς γὰρ τὴν θεομαχίαν ἀδυνατῶν, εἰς ἀδελ φοκτονίαν μετέπεσε. Φύγωμεν, ἀδελφοὶ, νόσον θεομαχίας διδάσκαλον, ἀνδροφονίας μητέρα, σύγχυσιν φύσεως, οἰκειότητος ἄγνοιαν, συμφορὰν ἀλογωτάτην. Τί λυπῇ, ἄνθρωπε, μηδὲν δεινὸν πεπονθώς; τί πο λεμεῖς τῷ ἐν ἀγαθοῖς τισιν ὄντι, μηδὲν τῶν σῶν ἐλαττώσαντι; Ἐὰν
δὲ δὴ καὶ εὐεργετούμενος ἀγανακτῇς, οὐκ ἄντικρυς τῆς ἑαυτοῦ ὠφελείας βασκαίνεις; Ὁποῖος ἦν ὁ Σαοὺλ, ὃς τῶν εὐεργεσιῶν τὰς ὑπερβολὰς ἀφορμὴν τοῦ πολέμου τοῦ πρὸς τὸν Δαβὶδ ἐποιήσατο. Πρῶτον μὲν γὰρ, τῇ παναρμονίῳ ἐκείνῃ καὶ θείᾳ μουσικῇ τῆς μανίας ἀπαλλαγεὶς, ἐπειρᾶτο δόρατι διαπεῖραι τὸν εὐεργέτην·
ἔπειτα σὺν αὐτῷ τῷ στρατῷ ἐκ τῶν πολεμίων περισωθεὶς, καὶ τῆς ἐπὶ τῷ Γολιὰθ αἰσχύνης ἀπαλλαγεὶς, ὅμως ἐπειδὴ ἐν τοῖς ἐπινικίοις τὸ δεκαπλάσιον τῆς τῶν συμβάντων αἰτίας τῷ Δαβὶδ ἀνέθεσαν αἱ χορεύ ουσαι· Ἐπάταξε Δαβὶδ ἐν μυριάσι, καὶ Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ· διὰ μίαν ταύτην φωνὴν, καὶ τὴν ἐξ αὐτῆς τῆς ἀληθείας ὑπάρξασαν μαρτυρίαν, πρῶ τον αὐτόχειρ γενέσθαι, καὶ ἐξ ἐνέδρας ἀνελεῖν ἐπεχείρησεν· εἶτα φυγάδα καταστήσας, οὐδὲ οὕτω τὴν ἔχθραν ἔστησεν, ἀλλὰ τὸ τελευταῖον ἐκστρατεύσας ἐπ' αὐτὸν τρισχιλίοις λογάσι, τὰς ἐρημίας δι ηρευνᾶτο.Εἰ δὲ ἠρωτήθη τοῦ πολέμου τὴν πρόφασιν, εἶπεν ἂν πάντως τὰς τοῦ ἀνδρὸς εὐποιίας.
συνεχίζεται

Πηγή: Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

αποψεις...

Λαογραφικό Μουσείο