Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Πέμπτη, 28 Αυγούστου 2014

Εἰς τὴν ὄρχησιν τῆς Ἡρωδιάδος, καὶ εἰς τὴν ἀποτομὴν τῆς κεφαλῆς Ἰωάννου τοῦ Προδρόμου καὶ Βαπτιστοῦ. (β΄).

Ἰωάννου τοῦ Χρυσοστόμου

Ὢ κακῆς λεαίνης ἀσπιδογέννητον τέκνον· οὐ χρυσὸν ἐπεζήτησεν, οὐκ ἄργυρον, οὐ λίθους τιμίους, ἀλλὰ τὴν κεφαλὴν Ἰωάννου.
Καὶ εἰ μὲν διὰ πίστιν ἐπεζήτησε, πολὺ τιμιωτέρα ἡ κεφαλὴ Ἰωάννου παντὸς
χρυσίου καὶ ἀργυρίου καὶ λίθων πολυτελῶν. Ἀλλ' οὐκ ἐπεζήτησε διὰ πίστιν, ἵνα
τιμήσῃ, ἀλλ' ἵνα τὸν ἔλεγχον ἀποκτείνασα, τῇ μητρὶ χαρίσηται ἄδειαν, τὴν ἐπὶ τῶν
κακῶν ἁμαρτίαν. Ἀκούσας δὲ Ὁ βασιλεὺς ἐλυπήθη, οὐ διὰ τὸν φόνον τοῦ προφήτου,ἀλλὰ διὰ τὸν φόβον τοῦ ὄχλου, ὅτι πάντες ὡς προφήτην αὐτὸν εἶχον. Εἰ γὰρ δι' εὐλάβειαν. ἐλυπεῖτο, οὐκ ἂν παρὰ τὴν ἀρχὴν δεσμεύσας αὐτὸν ἐν φυλακῇ ἀπέθετο· ἀλλ' ἐλυπήθη διὰ τὸν ὄχλον. Καὶ ἦν τότε ἡ ψυχὴ Ἡρώδου ὥσπερ ἐν τῇ θαλάσσῃ πλοῖον ἀπειλημμένον, καὶ πρὸς ἑκάτερον τοῖχον ταλαντεῦον· τὸ ποιῆσαι τὸν φόνον διὰ τὸν ὄχλον φοβούμενος, καὶ τὸ μὴ ποιῆσαι τὸν φόνον Διὰ τοὺς
ὅρκους καὶ τοὺς συνανακειμένους μὴ συγχωρούμενος. Βαρυνθεὶς δὲ ὁ ἄθλιος ὑπὸ τῆς πρὸς τὴν
γυναῖκα πολυφλόγου ἡδονῆς, χρησάμενος δῆθεν τῇ εὐορκίᾳ πρὸς τὴν ἀπολογίαν τοῦ φόνου, Πέμψας ἀπεκεφάλισε τὸν Ἰωάννην. Ὅτι κακόν ἐστι τὸ ὀμνύειν, νῦν μὲν μνημονεύσατε οἱ ἡδέως ὀμνύοντες·
ἀκούσατε τοῦ Κυρίου λέγοντος, Μὴ ὀμνύειν ὅλως. Εἰ γὰρ μὴ ὤμοσε τότε ὁ ἄθλιος,
οὐκ ἂν ἠνέσχετο τὸν φόνον ποιῆσαι. Ἔδει μὲν οὖν αὐτὸν μηδὲ ὅλως ποιῆσαι· ἀλλ'
ἐπεὶ ὤμοσε, συνέφερεν αὐτῷ ψευδορκῆσαι· ἐν γὰρ κακῶν ἐκλογῇ ἄμεινον ἦν τὸ
ἔλαττον δέξασθαι. Πέμψας ἀπεκεφάλισεν αὐτόν. Ποία χεὶρ ἐτόλμησεν, ἀγαπητοὶ, τῷ
ἁγίῳ τραχήλῳ Ἰωάννου προσενέγκαι τὸ ξίφος, ὃν θῆρες ἐν τῇ ἐρήμῳ ᾐδέσθησαν, ὃν
λέοντες ἐτρόμαξαν, ὃν κεράσται καὶ δράκοντες καὶ ἀσπίδες ἔφριξαν, ὃν ἄγριαι
μέλισσαι διὰ τὴν τοῦ ἀνδρὸς ἁγιότητα καμαρεύουσαι ἔτρεφον; Ἐκ γὰρ ποικίλων
ἀνθῶν καὶ βοτανῶν, ὡς ἐν ἐρήμῳ ἐρανιζόμεναι τῶν δρόσων τὰς σταγόνας
χρυσοειδεῖς, συνυφαίνουσαι αὐτῷ τὸ μέλι προσέφερον. Τοῦτον χεὶρ δημία ἀπέτεμεν,
οὐ φρίξασα τὸ ἀγγελοειδὲς αὐτοῦ πρόσωπον, οὐδὲ τρομάσασα αὐτοῦ τὸ πρόσωπον
στιλπνότητας θεοειδεῖς ἀποπέμπον. Ἀλλ' οἶμαι, ὅτι τῇ μέθῃ τοῦ Ἡρώδου σκοτωθεὶς
ὁ πεμφθεὶς δήμιος, ξίφος μὲν εἶχεν, ὀφθαλμοὺς δὲ οὐκ εἶχε. Καὶ ἐτέμνετο ἡ κεφαλὴ
Ἰωάννου (οὐ γὰρ ἔπιέ ποτε οἶνον), καὶ ἐφέρετο ἐπὶ πίνακι ἡ κεφαλὴ Ἰωάννου ἐν τῷ
δείπνῳ, καὶ τότε βοῶσα πρὸς Ἡρώδην, Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ
ἀδελφοῦ σου. Καὶ γὰρ καὶ μετὰ θάνατον ὁ δίκαιος ἔζη, καὶ τῆς κεφαλῆς αὐτοῦ
ἀποτμηθείσης ἡ φωνὴ ζῇ. Ὢ ὠμότης ἀνθρώπου· ἐφ' ᾧ ἤσθιε πίνακι τὰ κρέα, ἐπ'
ἐκείνῳ κεφαλὴν ἀνδρὸς ἐπετίθει. Ὦ παράνομε τύραννε, 59.525 οὐκ ἤρκεσεν ὑπὸ τοῦ
πρὸ σοῦ Ἡρώδου ἡ τῶν νεαρῶν τέκνων ἐν Βηθλεὲμ γεγονυῖα σφαγὴ, ὅτε πατέρων
καὶ μητέρων ὀλολυγμοὶ ὁμόθρηνοι ζιβύνων ὑπῆρχον ὀξύτεροι; ὅτε δακρύων
πολυχύτων σταγόνες ἐκ σπλάγχνων ἀναβρύουσαι ἐνίκων πηγάς; ὅτε πατέρων στήθη
ἐτύπτοντο, καὶ συνεχῆ ἄσθματα μετὰ πόνων ἐκ καρδίας ἐπὶ μυκτήρων ἐπέμπετο; ὅτε
μητέρες τῶν οἰκείων λαγόνων τὴν χλόην τῶν νηπίων παρὰ καιρὸν μαρανθεῖσαν
ἐπένθουν; ὅτε καὶ μαζοὶ ῥέοντες γάλα τὴν γῆν ἐλεύκαινον, τῶν ὑφελκόντων νηπίων
ἄφνω σφαγέντων; ὅτε πατέρων ἀγ-κάλαι τῶν οἰκείων γόνων κεναὶ ἐγίνοντο, καὶ
μητέρων μαζοὶ τοὺς ἀπὸ τῶν τρυφερῶν ὀδόντων κνησμώδεις τιτθισμοὺς ἐπεζήτουν;
Ποῖος γὰρ θὴρ τότε οὐκ ἐπεδάκρυσεν, ὁρῶν φονευόμενα τὰ ἄκακα νήπια ἀδίκως,
ἀδόλους ψυχὰς κεκτημένα; ὧν αἱ ψυχαὶ τοσοῦτον ἦσαν ἄκακοι, ὅσον καὶ τὰ μέλη
αὐτῶν τρυφερὰ ἅτε νηπίων ἐτύγχανε; Μὴ γὰρ κἀκεῖνα τὸν πρὸ σοῦ Ἡρώδην
ἤλεγξαν, οἷς οὔτε γλῶσσα τρανὴ ὑπῆρχεν, οὔτε ὀδόντες ἐν τῷ στόματι, ἵνα 59.526
τὴν γλῶσσαν τορνεύσαντες, λόγον διὰ χειλέων ἐκπέμψωσιν; Οὐκ ἤρκεσεν ἐκείνων ἡ
τοσαύτη ὠμότης. Ἀλλὰ καὶ σὺ τὸ ἄσπλαγχνον ἐκείνου μιμησάμενος, Ἰωάννην
ἀπέτεμες, οὗ μιᾶς τριχὸς οὐκ ἦσθα ἀντάξιος. Τοὺς γόνους τῆς Ῥαχὴλ ἀπέσφαξεν
ἐκεῖνος, καὶ σὺ τῆς Ἐκκλησίας τὸν παιδευτὴν Ἰωάννην ἀπέτεμες. Ποίοις τούτων
ἵλεως ἔσομαί σοι; λέγει Κύριος.
4
Ὢ πόλις αἱμάτων, ἐν ᾗ Ἡρώδης ἐβασίλευσε, καὶ ὁ τούτου ἔκγονος ὁμώνυμος,
καὶ τοῖς τρόποις ὅμοιος. Οἴμοι, οἱ δοκοῦντες εἶναι τῆς εὐταξίας, οὗτοι ἡγεμόνες τῆς
ἀταξίας γεγένηνται. Ὑπὸ τῶν τοιούτων ἀρχόμενοι οἱ Ἰουδαῖοι, τὸν φόνον ὑπ'
αὐτῶν διδαχθέντες εἰς χριστοκτονίαν συνηλάθησαν, τὸν Ἡσαΐαν ἐνέπρισαν, τὸν
Ἱερεμίαν ἀπέκτειναν, τὸν Ναβουθαὶ ἐλιθοβόλησαν, τὸν Ζαχαρίαν ἐφόνευσαν, τὸν
Χριστὸν ἐσταύρωσαν. Ἀλλ' ἐκείνοις τὸ ἐπὶ τοῖς κακοῖς πένθος καταλείψαντες, ἐπὶ τὸ
τῆς μυσταγωγίας φέγγος ἀναδράμωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα
καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πηγή: 
Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς,Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

αποψεις...

Λαογραφικό Μουσείο