Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Σάββατο, 9 Αυγούστου 2014

ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΜΕΓΑΛΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΥΜΕΩΝ ΤΟΥ ΝΕΟΥ ΘΕΟΛΟΓΟΥ, ΠΕΡΙ ΑΓΑΠΗΣ


...ἀγαπητοί μου πατέρες καί ἀδελφοί, ἐμνήσθην τοῦ κάλλους τῆς ἀμωμήτου ἀγάπης, καί αἴφνης τό φῶς αὐτῆς εὑρέθη ἐν τῇ καρδίᾳ μου καί τῇ γλυκύτητι αὐτῆς συνηρπάγην καί τάς ἔξωθεν αἰσθήσεις ἀπώλεσα, ἔκνους ὅλως τῷ βίῳ γενόμενος, καί τῶν ἐν χερσίν ἐπιλέλησμαι. Μακράν δέ, οὐκ οἶδ᾿ ὅπως εἰπεῖν, πάλιν ἀπέστη ἀπ᾿ ἐμοῦ καί τήν ἰδίαν με ἀφῆκε θρηνεῖν ἀσθένειαν. Ὦ ἀγάπη (24) παμπόθητε, μακάριος ὁ σέ ἀσπασάμενος, ὅτι οὐκέτι κάλλος γηγενοῦς ἐμπαθῶς ἐπιθυμήσει ἀσπάσασθαι. Μακάριος ὁ
σοί περιπλακείς ἐξ ἔρωτος θείου· ἅπαντα γάρ τόν κόσμον ἀρνήσεται καί παντί πλησιάζων ἀνθρώπῳ οὐδαμῶς μολυνθήσεται. Μακάριος ὁ τά σά κάλλη καταφιλήσας καί κατατρυφήσας αὐτῶν ἐξ ἀπείρου πόθου, ὅτι ψυχικῶς ἁγιασθήσεται ἐκ τοῦ ἀχράντως ἀποστάζοντος ὕδατος καί αἵματος ἀπό σοῦ. Μακάριος ὁ ποθεινῶς σε κατασπασάμενος, ὅτι ἀλλοιωθήσεται τήν καλήν ἀλλοίωσιν πνευματικῶς καί ψυχικῶς εὐφρανθήσεται, ὅτι σύ ὑπάρχεις ἡ χαρά ἡ ἀνεκλάλητος. Μακάριος ὁ σέ κτησάμενος, ὅτι τούς θησαυρούς τοῦ κόσμου εἰς οὐδέν λογισθήσεται, καί γάρ εἶ ὁ πλοῦτος ἀληθῶς ὁ ἀκένωτος. Μακάριος δέ καί τρισμακάριος καί ὅν σύ προσελάβου· ἔσται γάρ ἐν ἀδοξίᾳ τῇ ὁρωμένῃ πάντων ἐνδόξων ἐνδοξότερος καί τιμίων πάντων τιμιώτερος καί σεμνότερος. Ἐπαινετός ὁ καταδιώκων σε, ἐπαινετώτερος ὁ εὑρών σε, μακαριώτερος ὁ ἀγαπηθείς ὑπό σοῦ, ὁ εἰσδεχθείς παρά σοῦ, ὁ διδαχθείς ἀπό σοῦ, ὁ κατοικήσας ἐν σοί, ὁ τραφείς διά σοῦ τροφήν Χριστόν τόν ἀθάνατον, Χριστόν τόν Θεόν ἡμῶν.
Ὦ ἀγάπη θεία, ποῦ Χριστόν περιέχεις; Ποῦ αὐτόν κατακρύπτεις; Τί τόν τοῦ κόσμου Σωτῆρα λαβοῦσα, μακράν γέγονας ἀφ᾿ἡμῶν; Ἄνοιξον καί ἡμῖν τοῖς ἀναξίοις μικράν σου θύραν, ἵνα καί ἡμεῖς ἴδωμεν τόν δι᾿ ἡμᾶς παθόντα Χριστόν καί πιστεύσωμεν τῷ ἐλέει αὐτοῦ ὡς οὐκέτι ἀποθανοῦμεν ἀφ᾿ οὐ αὐτόν θεασόμεθα. Ἄνοιξον ἡμῖν ἡ θύρα αὐτῷ γενομένη εἰς τήν διά σαρκός αὐτοῦ ἐπιφάνειαν, ἡ βιασαμένη τά ἄφθονα καί ἀβίαστα σπλάχνα τοῦ ἡμετέρου Δεσπότου εἰς τό βαστάσαι τάς ἁμαρτίας καί τάς νόσους ἁπάντων, (25) καί μή ἀπορρίψῃς ἡμᾶς λέγουσα· “Οὐκ οἶδα ὑμᾶς “. Γενοῦ μεθ᾿ ἡμῶν, ἵνα γνωρίσῃς ἡμᾶς· ἀγνώριστοι γάρ σοι τυγχάνομεν. Ἐνοίκησον ἐν ἡμῖν, ἵνα διά σέ καί ἡμᾶς τούς ταπεινούς ὁ Δεσπότης ἐλθών ἐπισκέψηται προϋπαντώμενος παρά σοῦ - ἡμεῖς γάρ εἰς ἅπαν ἀνάξιοι -, ὡς ἄν προσμείνῃ μικρόν ὁμιλῶν σοι καί δέξηται καί ἡμᾶς τούς ἁμαρτωλούς προσπεσεῖν τοῖς ἀχράντοις αὐτοῦ ποσί, καί συλλαλήσῃς περί ἡμῶν ἀγαθά καί πρεσβεύσῃς ἀφεθῆναι τό χρέος ἡμῖν τῶν κακῶν, ὅπως αὐτῷ τῷ Δεσπότῃ δουλεύειν διά σοῦ πάλιν ἐξιωθῶμεν καί ὑπ᾿ αὐτοῦ προνοώμεθα καί τρεφώμεθα· τό γάρ χρεωστεῖν μέν μηδέν, λιμῷ δέ πτωχείας ἀπόλλυσθαι, παρά μικρόν τῆς ἴσης ἐστί τιμωρίας καί κολάσεως πρόξενον.
Συγχωρηθείημεν παρά σοῦ, ἁγία ἀγάπη, καί διά σοῦ τῶν ἀγαθῶν τοῦ ἡμετέρου Δεσπότου ἐν ἀπολαύσει γενοίμεθα, ὧν οὐδείς, εἰ μή διά σοῦ, γεύσεται τῆς γλυκύτητος. Ὁ γάρ σε ὡς δεῖ μή φιλήσας καί παρά σοῦ μή ἀγαπηθείς ὥσπερ χρή, τρέχει μέν ἴσως, οὐ κατέλαβε δέ ὅμως· πᾶς δέ ὁ τρέχων πρό τοῦ τόν δρόμον τελέσαι ἀμφίβολος. Ὁ δέ καταλαβών σε ἤ καταληφθείς ὑπό σοῦ, πάντως βέβαιος, ἐπειδή τέλος νόμου σύ εἶ, ἡ ἐμέ περικυκλοῦσα, ἡ ἐμέ φλέγουσα καί ἐκ πόνου καρδίας εἰς πόθον ἄπειρόν με Θεοῦ καί τῶν ἐμῶν ἀδελφῶν καί πατέρων ἀνάπτουσα. Σύ γάρ τῶν προφητῶν ἡ διδάσκαλος, τῶν ἀποστόλων ἡ σύνδρομος, τῶν μαρτύρων ἡ δύναμις, τῶν πατέρων καί διδασκάλων ἡ ἔμπνευσις, ἡ πάντων τῶν ἁγίων τελείωσις καί ἡ ἐμή νῦν πρός τήν παροῦσαν διακονίαν προχείρισις.
(26) Ἀλλά σύγγνωτέ μοι, ἀδελφοί, τῆς κατηχήσεως τοῦ λόγου παρακινηθέντι μικρόν, τοῦ πόθου τῆς ἀγάπης τοῦτο ποιήσαντος. Ἐμνήσθην γάρ αὐτῆς καί “ἐφράνθη μου ἡ καρδία” κατά τόν θεῖον Δαυίδ καί εἰς ὕμνον ἐτράπην τῶν θαυμασίων αὐτῆς. Τοιγαροῦν ἀξιῶ καί τήν ὑμετέραν ἀγάπην ὀπίσω καταδιῶξαι αὐτῆς, ὅση δύναμις, καί καταλαβεῖν αὐτήν μετά πίστεως τρέχοντας, καί τῶν ἐλπίδων ὑμῶν οὐδαμῶς διαμάρτητε. Πᾶσα γάρ σπουδή καί πᾶσα ἄσκησις μετά καμάτων πολλῶν ἡ μή καταντῶσα εἰς τήν ἀγάπην ἐν συντετριμμένῳ τῷ πνεύματι, ματαία ἐστί καί εἰς οὐδέν καταλήγουσα χρήσιμον. Οὐδέ γάρ ἐν ἄλλῃ τινί ἀρετῇ ἤ καί πληρώσει κυριακῆς ἐντολῆς δύναταί τις γνωρίζεσθαι Χριστοῦ μαθητής· “Ἐν τούτῳ γάρ, φησί, γνώσονται πάντες ὅτι ἐμοί μαθηταί ἐστε, ἐάν ἀγαπᾶτε ἀλλήλους “. Ταύτης ἕνεκα ὁ Λόγος σάρξ ἐγένετο καί ἐσκήνωσεν ἐν ἡμῖν, δι᾿ ἥν ἐνανθρωπήσας, πάντα ὑπέμεινεν ἑκουσίως τά ζωοποιά πάθη, ἵνα τό οἰκεῖον πλάσμα, τόν ἄνθρωπον, τῶν δεσμῶν ἐλευθερώσῃ τοῦ ᾅδου καί ἀναλαβών εἰς οὐρανούς ἀναγάγῃ. Ταύτης ἕνεκα τόν ἀκατάπαυστον ἐκεῖνον ἔδραμον οἱ ἀπόστολοι δρόμον καί τήν ἅπασαν οἰκουμένην τῷ ἀγκίστρῳ καί τῇ σαγήνῃ τοῦ λόγου σαγηνεύσαντες, ἀπό τοῦ βυθοῦ τῆς εἰδωλομανίας ἀνέσπασαν καί πρός τόν λιμένα τῆς βασιλείας τῶν οὐρανῶν ἀνεσώσαντο. Ταύτης ἕνεκα οἱ μάρτυρες τά αἵματα ἑαυτῶν ἐκένωσαν, ἵνα μή Χριστόν ἀπολέσωσι. Διά ταύτην οἱ θεοφόροι πατέρες ἡμῶν καί τῆς οἰκουμένης διδάσκαλοι τάς ἑαυτῶν ψυχάς ὑπέρ τοῆς καθολικῆς καί ἀποστολικῆς Ἐκκλησίας προθύμως ἔθηκαν· καί ἡμεῖς οἱ εὐτελεῖς ὑπεισήλθομεν τήν προστασίαν ὑμῶν τῶν τιμιωτάτων πατέρων καί ἀδελφῶν ἡμῶν, (27) ὡς ἄν πάντα, κατά τόν ἐνόν ἐκείνους ἐκμιμούμενοι, δι᾿ ὑμᾶς πάθωμέν τε καί ὑπομείνωμεν καί πρός οἰκοδομήν ὑμῶν καί ὠφέλειαν ἐκτελέσωμεν, ἵνα παραστήσωμεν ὑμᾶς θύματα τέλεια, ὁλοκαυτώματα λογικά, τῇ τραπέζῃ Θεοῦ. Ὑμεῖς γάρ ἐστε τά τέκνα τοῦ Θεοῦ, ἅ μοι δέδωκεν ὁ Θεός ὡς παιδία, τά ἐμά σπλάχνα, οἱ ἐμοί ὀφθαλμοί.  Ὑμεῖς ἐστε τό ἐμόν, ἀποστολικῶς εἰπεῖν, καύχημα καί ἡ σφραγίς τῆς ἐμῆς διδασκαλίας.

Σπουδάσωμεν οὖν, ἀγαπητοί μου ἐν Χριστῷ ἀδελφοί, ὥσπερ διά πάντων, οὕτω καί διά τῆς εἰς ἀλλήλους ἀγάπης θεραπεύειν τόν Θεόν καί ὅν ᾑρετίσασθε εἰς τύπον ἔχειν πατρός πνευματικοῦ, εἰ καί τῆς ἀξίας πολύ ἀπολείπομαι, ὡς ἄν χαίρῃ μέν Θεός ἐπί τῇ ὁμονοίᾳ καί τελειώσει ὑμῶν, χαίρω δέ κἀγώ ὁ ταπεινός, ἐπεκτεινομένην ὁρῶν ἀεί τήν προκοπήν τοῦ κατά Θεόν ὑμῶν βίου ἐπί τό κρεῖττον ἐν πίστει, ἐν ἁγνεία, ἐν φόβῳ Θεοῦ, ἐν εὐλαβείᾳ, ἐν κατανύξει καί δάκρυσι, δι᾿ ὧν ὁ ἔσω καθαίρεται ἄνθρωπος καί πληροῦται φωτός θείου καί ὅλος Πνεύματος Ἁγίου γίνεται ἐν συντρετριμμένῳ ψυχῆς καί καταβεβλημένῳ φρονήματι, καί ἡ χαρά ἡ ἐμή γίνεται εἰς εὐλογίαν ὑμῶν καί προσθήκην ἀνωλέθρου καί μακαρίας ζωῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

αποψεις...

Λαογραφικό Μουσείο