Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Σάββατο, 9 Αυγούστου 2014

ΜΑΞΙΜΟΥ ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ , ΚΕΦΑΛΑΙΑ ΠΕΡΙ ΑΓΑΠΗΣ


1.13 (ιγ’) Ὁ ἀγαπῶν τὸν Θεὸν οὐ δύναται μὴ καὶ πάντα ἄνθρωπον ἀγαπῆσαι ὡς ἑαυτόν, εἰ καὶ πρὸς τὰ πάθη δυσχεραίνει τῶν μήπω κεκαθαρμένων. Διὸ καὶ τὴν ἐπιστροφὴν αὐτῶν βλέπων καὶ τὴν διόρθωσιν, ἀμετρέτῳ καὶ ἀνεκλαλήτῳ χαίρει χαρᾷ.
1.14 (ιδ’) Ἀκάθαρτός ἐστι ψυχὴ ἐμπαθής, λογισμῶν ἐπιθυμίας καὶ μίσους πεπληρωμένη.
1.15 (ιε’) Ὁ ἴχνος μίσους βλέπων ἐν τῇ ἑαυτοῦ καρδίᾳ διὰ
οἱονδήποτε πταῖσμα πρὸς τὸν οἱονδήποτε ἄνθρωπον, ἀλλότριος τυγχάνει πάμπαν τῆς εἰς Θεὸν ἀγάπης· διότι ἡ εἰς τὸν Θεὸν ἀγάπη τοῦ εἰς ἄνθρωπον μίσους παντελῶς οὐκ ἀνέχεται.
1.16 (ιστ’) Ὁ ἀγαπῶν με, φησὶν ὁ Κύριος, τὰς ἐντολάς μου τηρήσει· αὕτη δέ ἐστιν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους. Ὁ οὖν μὴ ἀγαπῶν τὸν πλησίον τὴν ἐντολὴν οὐ τηρεῖ· ὁ δὲ τὴν ἐντολὴν μὴ τηρῶν οὐδὲ τὸν Κύριον ἀγαπῆσαι δύναται.
1.17 (ιζ’) Μακάριος ἄνθρωπος, ὁ πάντα ἄνθρωπον ἐξ ἴσου ἀγαπῆσαι δυνηθείς.
1.18 (ιη’) Μακάριος ἄνθρωπος, ὁ μηδενὶ πράγματι φθαρτῷ ἢ προσκαίρῳ προσκείμενος.
 1.19 (ιθ’) Μακάριος ὁ νοῦς, ὁ πάντα τὰ ὄντα περάσας καὶ τῆς θείας ὡραιότητος ἀδιαλείπτως κατατρυφῶν.
1.20 (κ’) Ὁ πρόνοιαν τῆς σαρκὸς εἰς ἐπιθυμίας ποιούμενος καὶ μνησικακίαν διὰ πρόσκαιρα πρὸς τὸν πλησίον ἔχων, ὁ τοιοῦτος λατρεύει τῇ κτίσει παρὰ τὸν κτίσαντα.
1.21 (κα’) Ὁ ἀνήδονον καὶ ἄνοσον τὸ σῶμα διατηρῶν, σύνδουλον αὐτὸ ἔχει πρὸς τὴν τῶν κρειττόνων ὑπηρεσίαν.
1.22 (κβ’) Ὁ φεύγων πάσας τὰς κοσμικὰς ἐπιθυμίας, πάσης κοσμικῆς λύπης ἀνώτερον ἑαυτὸν καθίστησιν.
1.23 (κγ’) Ὁ τὸν Θεὸν ἀγαπῶν καὶ τὸν πλησίον πάντως ἀγαπᾷ. Ὁ δὲ τοιοῦτος χρήματα τηρεῖν οὐ δύναται, ἀλλ᾽ οἰκονομεῖ θεοπρεπῶς, ἑκάστῳ τῶν δεομένων παρέχων.

1.24 (κδ’) Ὁ κατὰ μίμησιν Θεοῦ τὴν ἐλεημοσύνην ποιούμενος, οὐκ οἶδε διαφορὰν πονηροῦ καὶ ἀγαθοῦ ἢ δικαίου καὶ ἀδίκου ἐν τοῖς τοῦ σώματος ἀναγκαίοις· ἀλλὰ πᾶσιν ἐξ ἴσου κατὰ τὴν χρείαν διανέμει, εἰ καὶ προτιμᾷ διὰ τὴν ἀγαθὴν προαίρεσιν τοῦ φαύλου τὸν ἐνάρετον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

αποψεις...

Λαογραφικό Μουσείο