Πίστευε, ἀγάπα, συγχώρα καί προχώρα στή ζωή σου..... .

Κυριακή, 21 Ιουνίου 2020

Εὐαγγέλιον Κυριακῆς Β΄ Ματθαίου (Ματθ. δ΄ 18-23)






 ῷ καιρῷ ἐκείνῳ, περιπατῶν ὁ ᾿Ιησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀ­­­­δελ­φὸν αὐτοῦ, βάλλοντας ἀμ­­­φί­βληστρον εἰς τὴν ­θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς· καὶ λέγει αὐ­τοῖς· δεῦτε ὀπίσω μου καὶ ποιή­σω ὑ­μᾶς ἁλιεῖς ἀνθρώπων. οἱ δὲ εὐ­θέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς ἐ­­κεῖθεν εἶδεν ἄλ­λους δύο ἀδελφούς, ᾿Ιάκωβον τὸν τοῦ Ζεβεδαί­ου καὶ ᾿Ιωάννην τὸν ἀδελφὸν αὐ­­τοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δί­κτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς. οἱ δὲ εὐ­θέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. Καὶ περι­ῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ ᾿Ιησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασι­λείας καὶ ­θεραπεύων πᾶσαν νόσον καὶ ­­πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Φόρμα επικοινωνίας

Όνομα

Ηλεκτρονικό ταχυδρομείο *

Μήνυμα *

σταλαγματιες απο την παραδοση

αποψεις...